DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
76

ἐκ τούτων οὖν ἁπάντων ἔστι συνιδεῖν, ἄνδρες φίλοι, ὅσων κακῶν αἰτία γίνεται κολακεία τῷ βίῳ· καὶ Θεόπομπος γὰρ ἐν τῇ θʹ τῶν Φιλιππικῶν φησιν· Ἀγαθοκλέα δοῦλον γενόμενον καὶ τῶν ἐκ Θετταλίας πενεστῶν Φίλιππος μέγα παρʼ αὐτῷ δυνάμενον διὰ τὴν κολακείαν καὶ ὅτι ἐν τοῖς συμποσίοις συνὼν αὐτῷ ὠρχεῖτο καὶ γέλωτα παρεσκεύαζεν ἀπέστειλε διαφθεροῦντα Περραιβοὺς καὶ τῶν ἐκεῖ πραγμάτων ἐπιμελησόμενον. τοιούτους δʼ εἶχεν ἀεὶ περὶ αὑτὸν ἀνθρώπους Μακεδών, οἷς διὰ φιλοποσίαν καὶ βωμολοχίαν πλείω χρόνον ὡς τὰ πολλὰ συνδιέτριβε καὶ συνήδρευε περὶ τῶν μεγίστων βουλευόμενος. ἱστορεῖ δὲ περὶ αὐτοῦ καὶ τάδε Ἡγήσανδρος Δελφός, ὡς τοῖς Ἀθήνησιν εἰς τὸ Διομέων Ἡράκλειον ἀθροιζομένοις τοῖς τὰ γέλοια λέγουσιν ἀπέστελλεν ἱκανὸν κερμάτιον καὶ προσέτασσέ τισιν ἀναγράφοντας τὰ λεγόμενα ὑπʼ αὐτῶν ἀποστέλλειν πρὸς αὐτόν. Θεόπομπος δʼ ἐν ἕκτῃ καὶ εἰκοστῇ ἱστοριῶν τοὺς Θεσσαλούς, φησίν, εἰδὼς Φίλιππος ἀκολάστους ὄντας καὶ περὶ τὸν βίον ἀσελγεῖς συνουσίας αὐτῶν κατεσκεύαζε καὶ πάντα τρόπον ἀρέσκειν αὐτοῖς ἐπειρᾶτο καὶ γὰρ ὀρχούμενος καὶ κωμάζων καὶ πᾶσαν ἀκολασίαν ὑπομένων (ἦν δὲ καὶ φύσει βωμολόχος καὶ καθʼ ἑκάστην ἡμέραν μεθυσκόμενος καὶ χαίρων τῶν ἐπιτηδευμάτων τοῖς πρὸς ταῦτα συντείνουσι καὶ τῶν ἀνθρώπων τοῖς εὐφυέσι καλουμένοις καὶ τὰ γέλοια λέγουσι καὶ ποιοῦσι), πλείους τε τῶν Θετταλῶν τῶν αὐτῷ πλησιασάντων ᾕρει μᾶλλον ἐν ταῖς συνουσίαις ταῖς δωρεαῖς. τὰ παραπλήσια ἐποίει καὶ Σικελιώτης Διονύσιος, ὡς Εὔβουλος κωμῳδιοποιὸς παρίστησιν ἐν τῷ τοῦ τυράννου ὁμωνύμῳ δράματι· ἀλλʼ ἔστι τοῖς σεμνοῖς μὲν αὐθαδέστερος καὶ τοῖς κόλαξι πᾶσι, τοῖς σκώπτουσι δὲ ἑαυτὸν εὐόργητος· ἡγεῖται δὲ δὴ τούτους μόνους ἐλευθέρους, κἂν δοῦλος ᾖ.
Kaibel Index Scriptorum
EVBVLVS
HEGESANDER
THEOPOMPVS

HIPPIAS
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Eubulus
Hegesander
Theopompus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License