DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
73

Ἀντιφάνης δʼ ἐν Λημνίαις τέχνην τινὰ εἶναι ὑποτίθεται τὴν κολακείαν εἶναι ἐν οἷς λέγει ἐν ταῖς Λημνίαις· εἶτʼ ἔστιν γένοιτʼ ἂν ἡδίων τέχνη πρόσοδος ἄλλη τοῦ κολακεύειν εὐφυῶς; ζωγράφος πονεῖ τι καὶ πικραίνεται, γεωργὸς ..............., ........ ἐν ὅσοις ἐστὶ κινδύνοις πάλιν· πρόσεστι πᾶσιν ἐπιμέλεια καὶ πόνος. ἡμῖν δὲ μετὰ γέλωτος βίος καὶ τρυφῆς· οὗ γὰρ τὸ μέγιστον ἔργον ἐστὶ παιδιά, ἁδρὸν γελάσαι, σκῶψαί τινʼ, ἐμπιεῖν πολύν, οὐχ ἡδύ; ἐμοὶ μὲν μετὰ τὸ πλουτεῖν δεύτερον. κεχαρακτήρικε δὲ ὡς ἔνι μάλιστα ἐπιμελῶς τὸν κόλακα Μένανδρος ἐν τῷ ὁμωνύμῳ δράματι, ὡς καὶ τὸν παράσιτον Δίφιλος ἐν Τελεσίᾳ. Ἄλεξις δʼ ἐν Καταψευδομένῳ λέγοντά τινα κόλακα τοιαῦτα παρεισάγων φησίν· εὐδαίμων ἐγώ, μὰ τὸν Δία τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐχ ὅτι ἐν τοῖς γάμοισιν, ἄνδρες, εὐωχήσομαι, ἀλλʼ ὅτι διαρραγήσομʼ, ἂν θεὸς θέλῃ· τούτου δέ μοι γένοιτο τοῦ θανάτου τυχεῖν. δοκεῖ δέ μοι οὗτος, ἄνδρες φίλοι, καλὸς γάστρις οὐκ ἂν ὠκνηκέναι εἰπεῖν καὶ τὰ ἐξ Ὀμφάλης Ἴωνος τοῦ τραγῳδιοποιοῦ· ἐνιαυσίαν γὰρ δεῖ με τὴν ἑορτὴν ἄγειν. οἷον καθημερινήν
Kaibel Dialogi Personae
DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License