DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
71

ἀλλʼ οὐ Λεύκων τοιοῦτος ἦν Ποντικὸς τύραννος, ὃς ἐπεὶ συχνοὺς τῶν φίλων ᾔσθετο σεσυλημένους ὑπό τινος τῶν περὶ αὑτὸν κολάκων, συνιδὼν τὸν ἄνθρωπον διαβάλλοντά τινα τῶν λοιπῶν φίλων ἀπέκτεινα ἄν, εἶπέν, σε νὴ τοὺς θεούς, εἰ μὴ πονηρῶν ἀνδρῶν τυραννὶς ἐδεῖτο. Ἀντιφάνης δʼ κωμῳδιοποιὸς ἐν Στρατιώτῃ τὰ ὅμοια λέγει περὶ τῆς τῶν ἐν Κύπρῳ βασιλέων τρυφῆς. ποιεῖ δέ τινα ἀναπυνθανόμενον στρατιώτου τάδε· ἐν Κύπρῳ φής, εἰπέ μοι, διήγετε πολὺν χρόνον; Β. τὸν πάνθʼ ἕως ἦν πόλεμος. Α. ἐν τίνι τόπῳ μάλιστα; λέγε γάρ. Β. ἐν Πάφῳ· οὗ πρᾶγμα τρυφερὸν διαφερόντως ἦν ἰδεῖν, ἄλλως τʼ ἄπιστον. Α. ποῖον; Β. ἐρριπίζετο ὑπὸ τῶν περιστερῶν, ὑπʼ ἄλλου δʼ οὐδενὸς δειπνῶν βασιλεύς. Α. πῶς; ἐάσας τἄλλα γὰρ ἐρήσομαί σε τοῦθʼ. Β. ὅπως; ἠλείφετο ἐκ τῆς Συρίας ἥκοντι τοιούτῳ μύρῳ, καρποῦ σύχνʼ οἵου φασὶ τὰς περιστερὰς τρώγειν. διὰ τὴν ὀσμὴν δὲ τούτου πετόμεναι παρῆσαν οἷαί τʼ ἦσαν ἐπικαθιζάνειν ἐπὶ τὴν κεφαλήν· παῖδες δὲ παρακαθήμενοι ἐσόβουν. ἀπαίρουσαι δὲ μικρόν, οὐ πολὺ τοῦ μήτʼ ἐκεῖσε μήτε δεῦρο παντελῶς οὕτως ἀνερρίπιζον ὥστε σύμμετρον αὐτῷ τὸ πνεῦμα, μὴ περίσκληρον ποιεῖν.
Kaibel Index Scriptorum
ANTIPHANES

CLEARCHVS
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Antiphanes
Clearchus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License