DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
7

ὅτι δὲ καὶ νεκροὺς πωλοῦσι τοὺς ἰχθῦς καὶ σεσηπότας ἐπισημαίνεται Ἀντιφάνης ἐν Μοιχοῖς διὰ τούτων· οὐκ ἔστιν οὐδὲν θηρίον τῶν ἰχθύων ἀτυχέστερον. τὸ μὴ γὰρ ἀποχρῆν ἀποθανεῖν αὐτοῖς ἁλοῦσιν, εἶτα κατεδηδεσμένοις εὐθὺς ταφῆναι, παραδοθέντες ἄθλιοι τοῖς ἰχθυοπώλαις τοῖς κακῶς ἀπολουμένοις σήπονθʼ, ἕωλοι κείμενοι δύʼ ἡμέρας τρεῖς. μόλις δʼ ἐάν ποτʼ ὠνητὴν τυφλὸν λάβωσʼ, ἔδωκαν τῶν νεκρῶν ἀναίρεσιν τούτῳ· κομίσας δʼ ἐξέβαλεν ... οἴκαδε, τὴν πεῖραν ἐν τῇ ῥινὶ τῆς ὀδμῆς λαβών. ἐν δὲ Φιλοθηβαίῳ φησίν· οὐ δεινόν ἐστι, προσφάτους μὲν ἂν τύχῃ πωλῶν τις ἰχθῦς, συναγαγόντα τὰς ὀφρῦς τοῦτον σκυθρωπάζοντά θʼ ἡμῖν προσλαλεῖν, ἐὰν σαπροὺς κομιδῇ δέ, παίζειν καὶ γελᾶν; τοὐναντίον γὰρ πᾶν ἔδει τούτους ποιεῖν· τὸν μὲν γελᾶν, τὸν δʼ ἕτερον οἰμώζειν μακρά. ὅτι δὲ καὶ παμπόλλου πιπράσκουσιν Ἄλεξις ἐν Πυλαίαις φησίν· νὴ τὴν Ἀθηνᾶν, ἀλλʼ ἐγὼ τεθαύμακα τοὺς ἰχθυοπώλας, πῶς ποτʼ οὐχὶ πλούσιοι ἅπαντές εἰσι λαμβάνοντες βασιλικοὺς φόρους· Β. φόρους μόνον; οὐχὶ δεκατεύουσι γὰρ τὰς οὐσίας ἐν ταῖς πόλεσι καθήμενοι, ὅλας δʼ ἀφαιροῦνται καθʼ ἑκάστην ἡμέραν;
Kaibel Index Scriptorum
ALEXIS
ANTIPHANES
POSIDONIVS

Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Alexis
Antiphanes

Alignment

 

Digital Athenaeus Project     Creative Commons License