DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
69

γεγόνασι δὲ παρʼ ἡμῖν καὶ ἐπὶ Γλοῦ τοῦ Καρὸς καὶ γυναῖκες ὑπὸ τὰς ἀνάσσας αἱ προσαγορευθεῖσαι κολακίδες. ἀφʼ ὧν ὑπολιπεῖς τινες εἰς τὸ πέραν ἀφικόμεναι μετάπεμπτοι πρός τε τὰς Ἀρταβάζου καὶ τὰς Μέντορος γυναῖκας κλιμακίδες μετωνομάσθησαν ἀπὸ τοιαύτης πράξεως· ταῖς μεταπεμψαμέναις ἀρεσκευόμεναι κλίμακα κατεσκεύαζον ἐξ ἑαυτῶν οὕτως ὥστʼ ἐπὶ τοῖς νώτοις αὐτῶν τὴν ἀνάβασιν γίγνεσθαι καὶ τὴν κατάβασιν ταῖς ἐπὶ τῶν ἁμαξῶν ὀχουμέναις. εἰς τοῦτο τρυφῆς, ἵνα μὴ ἀθλιότητος εἴπω, προηγάγοντο τεχνώμεναι τὰς ἀφρονεστάτας. τοιγαροῦν αὗται μὲν ἐκ τῶν λίαν μαλακῶν ὑπὸ τῆς τύχης μεταβιβασθεῖσαι σκληρῶς ἐβίωσαν ἐπὶ γήρως, αἳ δέ, τῶν παρʼ ἡμῖν ταῦτα διαδεξαμένων, ἐκπεσοῦσαι τῆς ἐξουσίας κατῆραν εἰς Μακεδονίαν καὶ τὰς τῶν ἐκεῖ κυρίας τε καὶ βασιλίδας ὃν τρόπον ταῖς ὁμιλίαις διέθεσαν οὐδὲ λέγειν καλόν, πλὴν ὅτι μαγευόμεναι καὶ μαγεύουσαι ταυροπόλοι καὶ τριοδίτιδες αὗται πρὸς ἀλήθειαν ἐγένοντο, πλήρεις πάντων ἀποκαθαρμάτων. τοσούτων ἔοικε καὶ τοιούτων κολακεία κακῶν αἰτία γενέσθαι τοῖς διὰ τὸ κολακεύεσθαι προσδεξαμένοις αὐτήν.
Kaibel Index Scriptorum
CLEARCHVS

Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Clearchus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License