DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
64

ταῦτʼ ᾖδον οἱ Μαραθωνομάχαι οὐ δημοσίᾳ μόνον, ἀλλὰ καὶ κατʼ οἰκίαν, οἱ τὸν προσκυνήσαντα τὸν Περσῶν βασιλέα ἀποκτείναντες, οἱ τὰς ἀναρίθμους μυριάδας τῶν βαρβάρων φονεύσαντες. Ἄλεξις γοῦν ἐν Φαρμακοπώλῃ Κρατεύᾳ προπίνοντά τινα εἰσαγαγὼν ἑνὶ τῶν συμποτῶν καὶ λέγοντα ποιεῖ τάδε· παῖ, τὴν μεγάλην δός, ὑποχέας φιλίας κυάθους τῶν ... παρόντων τέτταρας, τοὺς τρεῖς δʼ Ἔρωτος προσαποδώσεις ὕστερον· ἕνʼ Ἀντιγόνου τοῦ βασιλέως νίκης καλῶς καὶ τοῦ νεανίσκου κύαθον Δημητρίου ............... φέρε τὸν τρίτον Φίλας Ἀφροδίτης. χαίρετʼ, ἄνδρες συμπόται, ὅσων ἀγαθῶν τὴν κύλικα μεστὴν πίομαι.
Kaibel Index Scriptorum
ALEXIS

DVRIS
PLATO
THEOPOMPVS
INCERTI
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Alexis

Theopompus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License