DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
63

μὲν οὖν Δημοχάρης τοσαῦτα εἴρηκε περὶ τῆς Ἀθηναίων κολακείας· Δοῦρις δʼ Σάμιος ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν ἱστοριῶν καὶ αὐτὸν τὸν ἰθύφαλλον ..... ὡς οἱ μέγιστοι τῶν θεῶν καὶ φίλτατοι τῇ πόλει πάρεισιν· ἐνταῦθα γὰρ Δήμητρα καὶ Δημήτριον ἅμα παρῆγʼ καιρός. χἠ μὲν τὰ σεμνὰ τῆς Κόρης μυστήρια ἔρχεθʼ ἵνα ποιήσῃ, δʼ ἱλαρός, ὥσπερ τὸν θεὸν δεῖ, καὶ καλὸς καὶ γελῶν πάρεστι. σεμνόν τι φαίνεθʼ, οἱ φίλοι πάντες κύκλῳ, ἐν μέσοισι δʼ αὐτός, ὅμοιος ὥσπερ οἱ φίλοι μὲν ἀστέρες, ἥλιος δʼ ἐκεῖνος. τοῦ κρατίστου παῖ Ποσειδῶνος θεοῦ, χαῖρε, κἀφροδίτης. ἄλλοι μὲν μακρὰν γὰρ ἀπέχουσιν θεοὶ οὐκ ἔχουσιν ὦτα οὐκ εἰσὶν οὐ προσέχουσιν ἡμῖν οὐδὲ ἕν, σὲ δὲ παρόνθʼ ὁρῶμεν, οὐ ξύλινον οὐδὲ λίθινον, ἀλλʼ ἀληθινόν. εὐχόμεσθα δή σοι· πρῶτον μὲν εἰρήνην ποίησον, φίλτατε· κύριος γὰρ εἶ σύ. τὴν δʼ οὐχὶ Θηβῶν, ἀλλʼ ὅλης τῆς Ἑλλάδος Σφίγγα περικρατοῦσαν, Αἰτωλὸς ὅστις ἐπὶ πέτρας καθήμενος, ὥσπερ παλαιά, τὰ σώμαθʼ ἡμῶν πάντʼ ἀναρπάσας φέρει, κοὐκ ἔχω μάχεσθαι· Αἰτωλικὸν γὰρ ἁρπάσαι τὰ τῶν πέλας, νῦν δὲ καὶ τὰ πόρρω· μάλιστα μὲν δὴ σχόλασον αὐτός· εἰ δὲ μή, Οἰδίπουν τινʼ εὑρέ, τὴν Σφίγγα ταύτην ὅστις κατακρημνιεῖ σποδὸν ποιήσει.
Kaibel Index Scriptorum
DVRIS
INCERTI

ALEXIS
DEMOCHARES
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Duris

Alignment

 

Digital Athenaeus Project     Creative Commons License