DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
61

Λικιννίου δὲ Κράσσου τοῦ ἐπὶ Πάρθους στρατεύσαντος κόλακά φησι γενέσθαι Νικόλαος ἐν τῇ τεσσαρεσκαιδεκάτῃ πρὸς ταῖς ἑκατὸν Ἀνδρόμαχον τὸν Καρρηνόν, τὸν Κράσσον πάντα ἀνακοινούμενον προδοθῆναι Πάρθοις ὑπʼ αὐτοῦ καὶ ἀπολέσθαι. οὐκ ἀτιμώρητος δʼ ὑπὸ τοῦ δαιμονίου παρείθη Ἀνδρόμαχος. μισθὸν γὰρ λαβὼν τῆς πράξεως τὸ τυραννεῖν Καρρῶν τῆς πατρίδος διὰ τὴν ὠμότητα καὶ βίαν ὑπὸ τῶν Καρρηνῶν πανοικίᾳ ἐνεπρήσθη. Ποσειδώνιος δʼ Ἀπαμεύς, ὕστερον δὲ Ῥόδιος χρηματίσας, ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν Ἱέρακά φησι τὸν Ἀντιοχέα πρότερον λυσιῳδοῖς ὑπαυλοῦντα ὕστερον γενέσθαι κόλακα δεινὸν Πτολεμαίου τοῦ ἑβδόμου βασιλέως τοῦ καὶ Εὐεργέτου ἐπικληθέντος καὶ τὰ μέγιστα δυνηθέντα παρʼ αὐτῷ, καθάπερ καὶ παρὰ τῷ Φιλομήτορι, ὕστερον ὑπʼ αὐτοῦ διαφθαρῆναι. Μιθριδάτου δʼ ἀναγράφει κόλακα Σωσίπατρον ἄνθρωπον γόητα Νικόλαος περιπατητικός Θεόπομπος δʼ ἐν τῇ ἐνάτῃ τῶν Ἑλληνικῶν Σισύφου φησὶ τοῦ Φαρσαλίου κόλακα καὶ ὑπηρέτην γενέσθαι Ἀθήναιον τὸν Ἐρετριέα.
Kaibel Dialogi Personae
DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License