DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
6

Δίφιλος Πολυπράγμονι· ᾤμην ἐγὼ τοὺς ἰχθυοπώλας τὸ πρότερον εἶναι πονηροὺς τοὺς Ἀθήνησιν μόνους. τόδε δʼ, ὡς ἔοικε, τὸ γένος ὥσπερ θηρίων ἐπίβουλόν ἐστι τῇ φύσει καὶ πανταχοῦ. ἐνταῦθα γοῦν ἔστιν τις ὑπερηκοντικώς, κόμην τρέφων μὲν πρῶτον ἱερὰν τοῦ θεοῦ, ὡς φησίν· οὐ διὰ τοῦτό γʼ, ἀλλʼ ἐστιγμένος πρὸ τοῦ μετώπου παραπέτασμʼ αὐτὴν ἔχει. οὗτος ἀποκρίνετʼ, ἂν ἐρωτήσῃς πόσου λάβραξ, δέκʼ ὀβολῶν, οὐχὶ προσθεὶς ὁποδαπῶν. ἔπειτʼ ἐὰν τἀργύριον αὐτῷ καταβάλῃς, ἐπράξατʼ Αἰγιναῖον· ἂν δʼ αὐτὸν δέῃ κέρματʼ ἀποδοῦναι, προσαπέδωκεν Ἀττικά. κατʼ ἀμφότερα δὲ τὴν καταλλαγὴν ἔχει. Ξέναρχος Πορφύρᾳ· οἱ μὲν ποιηταὶ (φησὶ) λῆρός εἰσιν· οὐδὲ ἓν καινὸν γὰρ εὑρίσκουσιν, ἀλλὰ μεταφέρει ἕκαστος αὐτῶν ταὔτʼ ἄνω τε καὶ κάτω. τῶν δʼ ἰχθυοπωλῶν φιλοσοφώτερον γένος οὐκ ἔστιν οὐδὲν οὐδὲ μᾶλλον ἀνόσιον. ἐπεὶ γὰρ αὐτοῖς οὐκέτʼ ἔστʼ ἐξουσία ῥαίνειν, ἀπείρηται δὲ τοῦτο τῷ νόμῳ, εἷς τις θεοῖσιν ἐχθρὸς ἄνθρωπος πάνυ ξηραινομένους ὡς εἶδε τοὺς ἰχθῦς, μάχην ἐποίησʼ ἐν αὐτοῖς ἐξεπίτηδες εὖ πάνυ. ἦσαν δὲ πληγαί, καιρίαν δʼ εἰληφέναι δόξας καταπίπτει καὶ λιποψυχεῖν δοκῶν ἔκειτο μετὰ τῶν ἰχθύων. βοᾷ δέ τις ὕδωρ ὕδωρ. δʼ εὐθὺς ἐξάρας πρόχουν τῶν ὁμοτέχνων τις τοῦ μὲν ἀκαρῆ παντελῶς κατέχει, κατὰ δὲ τῶν ἰχθύων ἁπαξάπαν. εἴποις γʼ ἂν αὐτοὺς ἀρτίως ἡλωκέναι.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Xenarchus

Antiphanes
Diphilus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License