DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
58

Ἐπικράτης δʼ Ἀθηναῖος πρὸς βασιλέα πρεσβεύσας, ὥς φησιν Ἡγήσανδρος, καὶ πολλὰ δῶρα παρʼ ἐκείνου λαβὼν οὐκ ᾐσχύνετο κολακεύων οὕτως φανερῶς καὶ τολμηρῶς τὸν βασιλέα ὡς καὶ εἰπεῖν, δεῖν κατʼ ἐνιαυτὸν οὐκ ἐννέα ἄρχοντας, ἀλλʼ ἐννέα πρέσβεις αἱρεῖσθαι πρὸς βασιλέα. θαυμάζω δὲ ἔγωγε τῶν Ἀθηναίων πῶς τοῦτον μὲν ἄκριτον εἴασαν, Δημάδην δὲ δέκα ταλάντοις ἐζημίωσαν, ὅτι θεὸν εἰσηγήσατο Ἀλέξανδρον, καὶ Τιμαγόραν δʼ ἀπέκτειναν, ὅτι πρεσβεύων ὡς βασιλέα προσεκύνησεν αὐτόν. Τίμων Φλιάσιος ἐν τῷ τρίτῳ τῶν σίλλων Ἀρίστωνά φησι τὸν Χῖον, Ζήνωνος δὲ τοῦ Κιτιέως γνώριμον, κόλακα γενέσθαι Περσαίου τοῦ φιλοσόφου, ὅτι ἦν ἑταῖρος Ἀντιγόνου τοῦ βασιλέως. Φύλαρχος δὲ ἐν ϛʹ ἱστοριῶν Νικησίαν φησὶ τὸν Ἀλεξάνδρου κόλακα θεασάμενον τὸν βασιλέα σπαρασσόμενον ὑφʼ οὗ εἰλήφει φαρμάκου εἰπεῖν βασιλεῦ, τί δεῖ ποιεῖν ἡμᾶς, ὅτε καὶ ὑμεῖς οἱ θεοὶ τοιαῦτα πάσχετε; καὶ τὸν Ἀλέξανδρον μόλις ἀναβλέψαντα, ποῖοι θεοί; φῆσαι, φοβοῦμαι μή τι θεοῖσιν ἐχθροί. ἐν δὲ τῇ ὀγδόῃ καὶ εἰκοστῇ αὐτὸς Φύλαρχος Ἀντιγόνου τοῦ κληθέντος Ἐπιτρόπου τοὺς Λακεδαιμονίους ἑλόντος κόλακα γενέσθαι Ἀπολλοφάνη τὸν εἰπόντα τὴν Ἀντιγόνου τύχην ἀλεξανδρίζειν.
Kaibel Dialogi Personae
DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License