DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
55

Φίλιππον δέ φησι Θεόπομπος ἐν τῇ τετάρτῃ καὶ τεσσαρακοστῇ τῶν ἱστοριῶν Θρασυδαῖον τὸν Θεσσαλὸν καταστῆσαι τῶν ὁμοεθνῶν τύραννον, μικρὸν μὲν ὄντα τὴν γνώμην, κόλακα δὲ μέγιστον. ἀλλʼ οὐκ Ἀρκαδίων Ἀχαιὸς κόλαξ ἦν· περὶ οὗ αὐτὸς ἱστορεῖ Θεόπομπος καὶ Δοῦρις ἐν πέμπτῃ Μακεδονικῶν· οὗτος δὲ Ἀρκαδίων μισῶν τὸν Φίλιππον ἑκούσιον ἐκ τῆς πατρίδος φυγὴν ἔφυγεν. ἦν δʼ εὐφυέστατος καὶ πλείους ἀποφάσεις αὐτοῦ μνημονεύονται. ἔτυχεν δʼ οὖν ποτε ἐν Δελφοῖς ἐπιδημοῦντος Φιλίππου παρεῖναι καὶ τὸν Ἀρκαδίωνα· ὃν θεασάμενος Μακεδὼν καὶ προσκαλεσάμενος μέχρι τίνος φεύξῃ, φησίν, Ἀρκαδίων; καὶ ὅς· ἔς τʼ ἂν τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι Φίλιππον. Φύλαρχος δʼ ἐν τῇ πρώτῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν γελάσαντα τὸν Φίλιππον ἐπὶ τούτῳ καλέσαι τε ἐπὶ δεῖπνον τὸν Ἀρκαδίωνα καὶ οὕτω τὴν ἔχθραν διαλύσασθαι. περὶ δὲ Νικησίου τοῦ Ἀλεξάνδρου κόλακος Ἡγήσανδρος τάδʼ ἱστορεῖ· Ἀλεξάνδρου δάκνεσθαι φήσαντος ὑπὸ μυιῶν καὶ προθύμως αὐτὰς ἀποσοβοῦντος τῶν κολάκων τις Νικησίας παρὼν που τῶν ἄλλων μυιῶν, εἶπεν, αὗται πολὺ κρατήσουσι τοῦ σοῦ γευσάμεναι αἵματος. δʼ αὐτός φησι καὶ Χειρίσοφον τὸν Διονυσίου κόλακα ἰδόντα Διονύσιον γελῶντα μετά τινων γνωρίμων (ἀπεῖχεν δʼ ἀπʼ αὐτῶν πλείω τόπον, ὡς μὴ συνακούειν) συγγελᾶν. ἐπεὶ δʼ Διονύσιος ἠρώτησεν αὐτὸν διὰ τίνα αἰτίαν οὐ συνακούων τῶν λεγομένων γελᾷ, ὑμῖν, φησί, πιστεύω διότι τὸ ῥηθὲν γέλοιόν ἐστιν.
Kaibel Dialogi Personae
DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License