DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
53

τοσαῦτα τοῦ Πλουτάρχου εἰπόντος περὶ παρασίτων διαδεξάμενος τὸν λόγον Δημόκριτος ἀλλὰ μὴν καὶ αὐτός, ἔφη, τὸ ποτίκολλον ἅτε ξύλον παρὰ ξύλῳ, ὡς Θηβαῖος εἴρηκεν ποιητής, περὶ κολάκων ἐρῶ τι. πράττει γὰρ πάντων κόλαξ ἄριστα, καλὸς εἶπεν Μένανδρος, οὐ μακρὰν δʼ ἐστὶν κόλαξ τοῦ τῶν παρασίτων ὀνόματος. Κλείσοφον γοῦν τὸν ὑπὸ πάντων κόλακα Φιλίππου τοῦ τῶν Μακεδόνων βασιλέως ἀναγραφόμενον (Ἀθηναῖος δʼ ἦν γένος, ὥς φησι Σάτυρος περιπατητικὸς ἐν τῷ Φιλίππου βίῳ ) Λυγκεὺς Σάμιος ἐν τοῖς Ἀπομνημονεύμασι παράσιτον ὀνομάζει λέγων οὕτως· Κλείσοφος Φιλίππου παράσιτος ἐπιτιμῶντος αὐτῷ τοῦ Φιλίππου διότι ἀεὶ αἰτεῖ, ἵνʼ, ἔφη, μὴ ἐπιλανθάνωμαι. τοῦ δὲ Φιλίππου δόντος αὐτῷ ἵππον τραυματίαν ἀπέδοτο. καὶ μετὰ χρόνον ἐπερωτηθεὶς ὑπὸ τοῦ βασιλέως ποῦ ἐστιν, ἐκ τοῦ τραύματος, ἔφη, ʼκείνου πέπραται. σκώπτοντος δʼ αὐτὸν τοῦ Φιλίππου καὶ εὐημεροῦντος εἶτʼ οὐκ ἐγὼ σέ, ἔφη, θρέψω; καὶ Δελφὸς δὲ Ἡγήσανδρος ἐν τοῖς ὑπομνήμασι περὶ τοῦ Κλεισόφου τάδε ἱστορεῖ· Φιλίππου τοῦ βασιλέως εἰπόντος διότι γράμματα αὐτῷ ἐκομίσθη παρὰ Κότυος τοῦ Θρᾳκῶν βασιλέως Κλείσοφος παρὼν ἔφη εὖ γε νὴ τοὺς θεούς. τοῦ δὲ Φιλίππου εἰπόντος τί δὲ σὺ οἶδας ὑπὲρ ὧν γέγραπται; νὴ τὸν Δία τὸν μέγιστον, εἶπεν, ἄκρως γέ μοι ἐπετίμησας.
Kaibel Dialogi Personae
DEMOCRITVS

PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License