DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
52

Μένανδρος δʼ ἐν τῇ Ὀργῇ περὶ φίλου λέγων οὐχ ὑπακούοντος γάμων δείπνῳ φησίν· τοῦθʼ ἑταῖρός ἐστιν ὄντως· οὐκ ἐρωτᾷ πηνίκα δεῖπνόν ἐστιν, ὥσπερ ἕτεροι, καὶ τί δειπνεῖν κωλύει τοὺς παρόντας, εἶτα δεῖπνον ἕτερον εἰς τρίτην βλέπει, .................. εἶτα περίδειπνον πάλιν. καὶ Ἄλεξις ἐν Ὀρέστῃ Νικόστρατός τε ἐν Πλούτῳ Μένανδρός τε ἐν Μέθῃ καὶ Νομοθέτῃ, Φιλωνίδης τε ἐν Κοθόρνοις οὕτως· ἐγὼ δʼ ἀπόσιτος ὢν τοιαῦτʼ οὐκ ἀνέχομαι. τῷ δὲ παράσιτος ὅμοιά ἐστιν ὀνόματα ἐπίσιτος, περὶ οὗ προείρηται, καὶ οἰκόσιτος σιτόκουρός τε καὶ αὐτόσιτος, ἔτι δὲ κακόσιτος καὶ ὀλιγόσιτος. μνημονεύει δὲ τοῦ μὲν οἰκοσίτου Ἀναξανδρίδης ἐν Κυνηγέταις· υἱὸς γὰρ οἰκόσιτος ἡδὺ γίνεται. καλεῖται δʼ οἰκόσιτος μὴ μισθοῦ, ἀλλὰ προῖκα τῇ πόλει ὑπηρετῶν. Ἀντιφάνης Σκύθῃ· ταχὺ γὰρ γίνεται ἐκκλησιαστὴς οἰκόσιτος. Μένανδρος Δακτυλίῳ· οἰκόσιτον νυμφίον οὐδὲν δεόμενον προικὸς ἐξευρήκαμεν. καὶ ἐν Κιθαριστῇ· οὐκ οἰκοσίτους τοὺς ἀκροατὰς λαμβάνεις. ἐπισιτίου δὲ Κράτης Τόλμαις· ποιμαίνει δʼ ἐπισίτιον, ῥιγῶν δʼ ἐν Μεγαβύζου δέξετʼ ἐπὶ μισθῷ σῖτος. ἰδίως δʼ ἐν Συναριστώσαις ἔφη· ἀστεῖον τὸ μὴ συνάγειν γυναῖκας μηδὲ δειπνίζειν ὄχλον, ἀλλʼ οἰκοσίτους τοὺς γάμους πεποιηκέναι. σιτοκούρου δʼ Ἄλεξις μνημονεύει ἐν Παννυχίδι Ἐρίθοις· ἔσῃ περιπατῶν σιτόκουρος. Μένανδρος δὲ τὸν ἄχρηστον καὶ μάτην τρεφόμενον σιτόκουρον εἴρηκεν ἐν Θρασυλέοντι οὕτως· .. ὀκνηρός, πάντα μέλλων, σιτόκουρος ὁμολογῶν παρατρέφεσθαι. καὶ ἐν Πωλουμένοις· .... τάλας, ἕστηκας ἔτι πρὸς ταῖς θύραις τὸ φορτίον θείς· σιτόκουρον, ἄθλιον, ἄχρηστον εἰς τὴν οἰκίαν εἰλήφαμεν. αὐτόσιτον δʼ εἴρηκε Κρώβυλος ἐν Ἀπαγχομένῳ· παράσιτον αὐτόσιτον. αὑτὸν γοῦν τρέφων τὰ πλεῖστα συνερανιστὸς εἶ τῷ δεσπότῃ. κακοσίτου δὲ μέμνηται Εὔβουλος ἐν Γανυμήδει· ὕπνος αὐτὸν ὄντα κακόσιτον τρέφει. ὀλιγοσίτου δὲ μέμνηται Φρύνιχος ἐν Μονοτρόπῳ· δὲ ὀλιγόσιτος Ἡρακλῆς ἐκεῖ τί δρᾷ; καὶ Φερεκράτης Στράττις ἐν Ἀγαθοῖς· ὡς ὀλιγόσιτος ἦσθʼ ἄρʼ, ὃς κατεσθίεις τῆς ἡμέρας μακρᾶς τριήρους σιτία.
Kaibel Dialogi Personae
PLVTARCHVS

DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License