DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
50

κοινῇ δὲ περὶ παρασίτων εἰρήκασι Τιμοκλῆς μὲν ἐν Πύκτῃ, ἐπισιτίους καλῶν αὐτοὺς ἐν τοῖσδε· εὑρήσεις δὲ τῶν ἐπισιτίων τούτων τινʼ οἳ δειπνοῦσιν ἐσφυδωμένοι τἀλλότριʼ, ἑαυτοὺς ἀντὶ κωρύκων λέπειν παρέχοντες ἀθληταῖσιν. Φερεκράτης Γραυσί· σὺ δʼ οὐδὲ θᾶσσον, Σμικυθίων, ἐπισιτιεῖ; Β. τίς δʼ οὗτος ὑμῖν ἐστι; Α. τοῦτον πανταχοῦ ἄγω λαρυγγικόν τινʼ ἐπὶ μισθῷ ξένον. ἐπισίτιοι γὰρ καλοῦνται οἱ ἐπὶ τροφαῖς ὑπουργοῦντες. Πλάτων ἐν τετάρτῳ Πολιτείας· καὶ ταῦτα ἐπισίτιοι καὶ οὐδὲ μισθὸν πρὸς τοῖς σιτίοις ὥσπερ οἱ ἄλλοι λαβόντες. Ἀριστοφάνης Πελαργοῖς· ἂν γὰρ ἕνʼ ἄνδρʼ ἄδικον σὺ διώκῃς, ἀντιμαρτυροῦσι δώδεκα τοῖς ἑτέροις ἐπισίτιοι. Εὔβουλος δʼ ἐν Δαιδάλῳ· ἐθέλει δʼ ἄνευ μισθοῦ παρʼ αὐτοῖς καταμένειν ἐπισίτιος.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License