DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
5

Ἄμφις δʼ ἐν Πλάνῳ· πρὸς τοὺς στρατηγοὺς ῥᾷόν ἐστιν μυρίαις μοίραις προσελθόντʼ ἀξιωθῆναι λόγου λαβεῖν τʼ ἀπόκρισιν ὧν ἂν ἐπερωτᾷ τις πρὸς τοὺς καταράτους ἰχθυοπώλας ἐν ἀγορᾷ. οὓς ἂν ἐπερωτήσῃ τις λαβών τι τῶν παρακειμένων, ἔκυψεν ὥσπερ Τήλεφος πρῶτον σιωπῇ (καὶ δικαίως τοῦτό γε· ἅπαντες ἀνδροφόνοι γάρ εἰσιν ἑνὶ λόγῳ), ὡσεὶ προσέχων δʼ οὐδὲν οὐδʼ ἀκηκοὼς ἔκρουσε πουλύπουν τινʼ· δʼ ἐπρήσθη .... ............ καὶ τότʼ οὐ λαλῶν ὅλα τὰ ῥήματʼ, ἀλλὰ συλλαβὴν ἀφελὼν τάρων βολῶν γένοιτʼ ἄν· δὲ κέστρα; κτὼ βολῶν. τοιαῦτʼ ἀκοῦσαι δεῖ τὸν ὀψωνοῦντά τι. Ἄλεξις Ἀπεγλαυκωμένῳ· τοὺς μὲν στρατηγοὺς τὰς ὀφρῦς ἐπὰν ἴδω ἀνεσπακότας, δεινὸν μὲν ἠγοῦμαι ποεῖν, οὐ πάνυ τι θαυμάζω δὲ προτετιμημένους ὑπὸ τῆς πόλεως μεῖζόν τι τῶν ἄλλων φρονεῖν. τοὺς δʼ ἰχθυοπώλας τοὺς κάκιστʼ ἀπολουμένους ἐπὰν ἴδω κάτω βλέποντας, τὰς δʼ ὀφρῦς ἔχοντας ἐπάνω τῆς κορυφῆς, ἀποπνίγομαι. ἐὰν δʼ ἐρωτήσῃς πόσου τοὺς κεστρέας πωλεῖς δύʼ ὄντας, δέκʼ ὀβολῶν, φησίν. βαρύ. ὀκτὼ λάβοις ἄν; εἴπερ ὠνεῖ τὸν ἕτερον. ὦτάν, λαβὲ καὶ μὴ παῖζε. τοσουδί; παράτρεχε. ταῦτʼ οὐχὶ πικρότερʼ ἐστὶν αὐτῆς τῆς χολῆς;
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Alexis

Amphis
Diphilus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License