DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
48

Φιλόξενος δὲ παράσιτος, Πτερνοκοπὶς δʼ ἐπίκλην, παρὰ Πύθωνι ἀριστῶν παρακειμένων ἐλαῶν καὶ μετὰ μικρὸν προσενεχθείσης λοπάδος ἰχθύων πατάξας τὸ τρύβλιον ἔφη μάστιξεν δʼ ἐλάαν. ἐν δείπνῳ δὲ τοῦ καλέσαντος αὐτὸν μέλανας ἄρτους παρατιθέντος μὴ πολλούς, εἶπε, παρατίθει, μὴ σκότος ποιήσῃς. τὸν ὑπὸ τῆς γραὸς τρεφόμενον παράσιτον Παυσίμαχος ἔλεγεν τοὐναντίον πάσχειν τῇ γραίᾳ συνόντα· αὐτὸν γὰρ ἐν γαστρὶ λαμβάνειν ἀεί. περὶ τούτου καὶ Μάχων γράφει οὕτως· τὸν ὑδροπότην ... Μοσχίωνα λεγόμενον ἰδόντα φασὶν ἐν Λυκείῳ μετά τινων παράσιτον ὑπὸ γραὸς τρεφόμενον πλουσίας δεῖνα, παράδοξόν γε ποιεῖς πρᾶγμʼ, ὅτι γραῦς ποιεῖ σʼ ἐν γαστρὶ λαμβάνειν ἀεί. δὲ αὐτὸς παράσιτον ἀκούσας ὑπὸ γραίας τρεφόμενον συγγινόμενόν τε αὐτῇ ἑκάστης ἡμέρας· νῦν πάντα, φασί, γίνεθʼ· μὲν οὐ κύει, ἐν γαστρὶ δʼ οὗτος λαμβάνει καθʼ ἡμέραν. Πτολεμαῖος δʼ τοῦ Ἀγησάρχου Μεγαλοπολίτης γένος ἐν τῇ δευτέρᾳ τῶν περὶ τὸν Φιλοπάτορα ἱστοριῶν συμπότας φησὶ τῷ βασιλεῖ συνάγεσθαι ἐξ ἁπάσης τῆς πόλεως, οὓς προσαγορεύεσθαι γελοιαστάς.
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Machon

Posidonius
Ptolemaeus
Theopompus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License