DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
47

τοῦ δὲ Κορύδου ἀποφθέγματα τάδε ἀναγράφει Λυγκεύς· Κορύδῳ συμπινούσης τινὸς ἑταίρας, ὄνομα ἦν Γνώμη, καὶ τοῦ οἰναρίου ἐπιλιπόντος εἰσφέρειν ἐκέλευσεν ἕκαστον δύο ὀβολούς, Γνώμην δὲ συμβάλλεσθαι τι δοκεῖ τῷ δήμῳ. Πολύκτορος δὲ τοῦ κιθαρῳδοῦ φακῆν ῥοφοῦντος καὶ λίθον μασησαμένου ταλαίπωρε, ἔφη, καὶ φακῆ σε βάλλει. μήποτε τούτου καὶ Μάχων μνημονεύει. φησὶ γάρ· κακός τις, ὡς ἔοικε, κιθαρῳδὸς σφόδρα μέλλων οἰκοδομεῖν τὴν οἰκίαν, φίλον αὑτοῦ λίθους ᾔτησεν· ἀποδώσω δʼ ἐγὼ αὐτῶν πολὺ πλείους, φησίν, ἐκ τῆς δείξεως. λέγοντος δέ τινος τῷ Κορύδῳ ὡς τῆς αὑτοῦ γυναικὸς ἐνίοτε καὶ τὸν τράχηλον καὶ τοὺς τιτθοὺς καὶ τὸν ὀμφαλὸν φιλεῖ πονηρόν, ἔφη, τοῦτʼ ἤδη· καὶ γὰρ Ἡρακλῆς ἀπὸ τῆς Ὀμφάλης ἐπὶ τὴν Ἥβην μεταβέβηκε. Φυρομάχου δʼ ἐμβαψαμένου εἰς φακῆν καὶ τὸ τρύβλιον ἀνατρέψαντος ζημιωθῆναι αὐτόν, ἔφη, δίκαιον, ὅτι οὐκ ἐπιστάμενος δειπνεῖν ἀπεγράψατο. παρὰ Πτολεμαίῳ δὲ ματτύης περιφερομένης καὶ κατʼ ἐκεῖνον ἀεὶ λειπούσης, Πτολεμαῖε, ἔφη, πότερον ἐγὼ μεθύω δοκεῖ μοι ταῦτα περιφέρεσθαι; Χαιρεφῶντος δὲ τοῦ παρασίτου φήσαντος οὐ δύνασθαι τὸν οἶνον φέρειν οὐδὲ γὰρ τὸ εἰς τὸν οἶνον, ἔφη. τοῦ δὲ Χαιρεφῶντος γυμνοῦ ἔν τινι δείπνῳ διαναστάντος Χαιρεφῶν, εἶπεν, ὥσπερ τὰς ληκύθους ὁρῶ σε μέχρι πόσου μεστὸς εἶ. καθʼ ὃν δὲ καιρὸν Δημοσθένης παρʼ Ἁρπάλου τὴν κύλικα εἰλήφει οὗτος, ἔφη, τοὺς ἄλλους ἀκρατοκώθωνας καλῶν αὐτὸς τὴν μεγάλην ἔσπακεν. εἰωθότος δʼ αὐτοῦ ῥυπαροὺς ἄρτους ἐπὶ τὰ δεῖπνα φέρεσθαι, ἐνεγκαμένου τινὸς ἔτι μελαντέρους, οὐκ ἄρτους ἔφη αὐτὸν ἐνηνοχέναι, ἀλλὰ τῶν ἄρτων σκιάς.
Kaibel Index Scriptorum
LYNCEVS

HOMERVS
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Lynceus
Machon

Theopompus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License