DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
45

Ἄλεξις δʼ ἐν Πυραύνῳ Στράτιον τὸν παράσιτον εἰσάγει δυσχεραίνοντα τῷ τρέφοντι καὶ λέγοντα τάδε· ἐμοὶ παρασιτεῖν κρεῖττον ἦν τῷ Πηγάσῳ, τοῖς Βορεάδαις τι θᾶττον ὅτι τούτων τρέχει, Δημέᾳ Λάχητος Ἐτεοβουτάδῃ. πέτεται γάρ, οὐχ οἷον βαδίζει τὰς ὁδούς. καὶ μετʼ ὀλίγα· Στράτιε, φιλεῖς δήπου με. ΣΤΡ. μᾶλλον τοῦ πατρός· μὲν γὰρ οὐ τρέφει με, σὺ δὲ λαμπρῶς τρέφεις. Α. εὔχῃ τʼ ἀεί με ζῆν; ΣΤΡ. ἅπασι τοῖς θεοῖς· ἂν γὰρ πάθῃς τι, πῶς ἐγὼ βιώσομαι; Ἀξιόνικος δʼ κωμικὸς ἐν τῷ Τυρρηνῷ Γρυλλίωνος τοῦ παρασίτου ἐν τούτοις μνημονεύει· οἶνος οὐκ ἔνεστιν αὐτοῖς πρὸς ἑταίρους πρόφασιν ἐπὶ κῶμον τινάς, ὅπερ ποιεῖν εἴωθε Γρυλλίων ἀεί. Ἀριστόδημος δʼ ἐν βʹ γελοίων ἀπομνημονευμάτων παρασίτους ἀναγράφει Ἀντιόχου μὲν τοῦ βασιλέως Σώστρατον, Δημητρίου δὲ τοῦ πολιορκητοῦ Εὐαγόραν τὸν κυρτόν, Σελεύκου δὲ Φορμίωνα. Λυγκεὺς δʼ Σάμιος ἐν τοῖς ἀποφθέγμασι Σιλανός, φησίν, Ἀθηναῖος Γρυλλίωνος παρασιτοῦντος Μενάνδρῳ τῷ σατράπῃ, παρʼ εὐπαρύφου δὲ καὶ μετὰ θεραπείας περιπατοῦντος ἐρωτηθεὶς τίς ἐστιν οὗτος Μενάνδρου, ἔφησεν, ἀξία γνάθος. Χαιρεφῶν δέ, φησίν, παράσιτος εἰς γάμον ἄκλητος εἰσελθὼν καὶ κατακλιθεὶς ἔσχατος καὶ τῶν γυναικονόμων ἀριθμούντων τοὺς κεκλημένους καὶ κελευόντων αὐτὸν ἀποτρέχειν ὡς παρὰ τὸν νόμον ἐπὶ τοῖς τριάκοντα ἐπόντος, ἀριθμεῖτε δή, ἔφη, πάλιν ἀπʼ ἐμοῦ ἀρξάμενοι.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License