DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
44

καὶ Ἀρχεφῶντος δὲ τοῦ παρασίτου μνημονεύων Μάχων φησί· κληθεὶς ἐπὶ δεῖπνον παράσιτος Ἀρχεφῶν ὑπὸ Πτολεμαίου τοῦ βασιλέως, ἡνίκα κατέπλευσεν εἰς Αἴγυπτον ἐκ τῆς Ἀττικῆς, ὄψου πετραίου παρατεθέντος ποικίλου ἐπὶ τῆς τραπέζης καράβων τʼ ἀληθινῶν, ἐπὶ πᾶσι λοπάδος τʼ εἰσενεχθείσης ἁδρᾶς, ἐν τεμαχιστοὶ τρεῖς ἐνῆσαν κωβιοί, οὓς κατεπλάγησαν πάντες οἱ κεκλημένοι, τῶν μὲν σκάρων ἀπέλαυε τῶν τριγλῶν θʼ ἅμα καὶ φυκίδων ἐπὶ πλεῖον Ἀρχεφῶν πάνυ, ἄνθρωπος ὑπὸ τῶν μαινίδων καὶ μεμβράδων Φαληρικῆς ἀφύης τε διασεσαγμένος, τῶν κωβιῶν δʼ ἀπέσχετʼ ἐγκρατέστατα. πάνυ δὴ παραδόξου γενομένου τοῦ πράγματος καὶ τοῦ βασιλέως πυθομένου τἀλκήνορος μὴ παρεόρακεν Ἀρχεφῶν τοὺς κωβιούς; κυρτὸς εἶπε, πᾶν μὲν οὖν τοὐναντίον, Πτολεμαῖʼ, ἑόρακε πρῶτος, ἀλλʼ οὐχ ἅπτεται, τοὔψον δὲ σέβεται τοῦτο καὶ δέδοικέ πως· οὐδʼ ἐστὶν αὐτῷ πάτριον ὄντʼ ἀσύμβολον ἰχθὺν ἔχοντα ψῆφον ἀδικεῖν οὐδένα.
Kaibel Index Scriptorum
MACHO

ALEXIS
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Machon

Alexis

Alignment

 

Digital Athenaeus Project     Creative Commons License