DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
43

Ἀπολλόδωρος δʼ Καρύστιος ἐν Ἱερείᾳ· καινόν γέ φασι Χαιρεφῶντʼ ἐν τοῖς γάμοις ὡς τὸν Ὀφέλαν ἄκλητον εἰσδεδυκέναι. σπυρίδα λαβὼν γὰρ καὶ στέφανον, ὡς ἦν σκότος, φάσκων παρὰ τῆς νύμφης τὰς ὄρνεις φέρων ἥκειν, δεδείπνηχʼ, ὡς ἔοικεν, εἰσπεσών. ἐν δὲ Σφαττομένῃ· καλῶ δʼ Ἄρη Νίκην τʼ ἐπʼ ἐξόδοις ἐμαῖς, καλῶ δὲ Χαιρεφῶντα· κἂν γὰρ μὴ καλῶ, ἄκλητος ἥξει. Μάχων δʼ κωμικός φησιν· ὁδὸν μακρὰν ἐλθόντος ἐπὶ δεῖπνόν ποτε τοῦ Χαιρεφῶντος εἰς γάμους ἐξ ἄστεος εἰπεῖν λέγουσι τὸν ποιητὴν Δίφιλον· εἰς τὰς ἑαυτοῦ, Χαιρεφῶν, σιαγόνας ἔγκοψον ἥλους ἑκατέρᾳ γε τέτταρας, ἵνα μὴ παρασείων καὶ μακρὰν ἑκάστοτε ὁδὸν βαδίζων τὰς γνάθους διαστρέφῃς. καὶ πάλιν· Χαιρεφῶν κρεᾴδιʼ ὠψώνει ποτέ, καὶ τοῦ μαγείρου, φασίν, ὀστῶδες σφόδρα αὐτῷ τι προσκόπτοντος ἀπὸ τύχης κρέας εἶπεν· μάγειρε, μὴ προσίστα τοῦτό μοι τοὐστοῦν. δʼ εἶπεν· ἀλλὰ μήν ἐστιν γλυκύ. καὶ μὴν τὸ πρὸς ὀστοῦν φασι κρέας εἶναι γλυκύ. Χαιρεφῶν δὲ καὶ μάλʼ, βέλτιστʼ, ἔφη, γλυκὺ μέν, προσιστάμενον δὲ λυπεῖ πανταχῇ. τοῦ Χαιρεφῶντος καὶ σύγγραμμα ἀναγράφει Καλλίμαχος ἐν τῷ τῶν παντοδαπῶν πίνακι γράφων οὕτως· δεῖπνα ὅσοι ἔγραψαν· Χαιρεφῶν Κυρηβίωνι. εἶθʼ ἑξῆς τὴν ἀρχὴν ὑπέθηκεν· ἐπειδή μοι πολλάκις ἐπέστειλας ... στίχων τοε. καὶ Κυρηβίων δʼ ὅτι παράσιτος προείρηται
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License