DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
42

Χαιρεφῶντος δὲ τοῦ παρασίτου μέμνηται μὲν κἀν τοῖς πρὸ τούτων, ἀτὰρ δὴ καὶ Μένανδρος αὐτοῦ μνημονεύει ἐν Κεκρυφάλῳ. κἀν τῇ Ὀργῇ δέ φησι· διαφέρει Χαιρεφῶντος οὐδὲ γρῦ ἅνθρωπος ὅστις ἐστίν, ὃς κληθείς ποτε εἰς ἑστίασιν δωδεκάποδος ὄρθριος πρὸς τὴν σελήνην ἔτρεχε τὴν σκιὰν ἰδὼν ὡς ὑστερίζων, καὶ παρῆν ἅμʼ ἡμέρᾳ. ἐν δὲ Μέθῃ· ἐμὲ γὰρ διέτριψεν κομψότατος ἀνδρῶν Χαιρεφῶν ἱερὸν γάμον φάσκων ποιήσειν δευτέρᾳ μετʼ εἰκάδας καθʼ αὑτόν, ἵνα τῇ τετράδι δειπνῇ παρʼ ἑτέροις· τὰ τῆς θεοῦ γὰρ πανταχῶς ἔχειν καλῶς. μνημονεύει αὐτοῦ καὶ ἐν Ἀνδρογύνῳ Κρητί. Τιμοκλῆς δʼ ἐν Ἐπιστολαῖς καὶ ὡς Δημοτίωνι τῷ ἀσώτῳ παρασιτοῦντος αὐτοῦ μνημονεύει· Δημοτίων δὲ παραμενεῖν αὑτῷ δοκῶν τἀργύριον οὐκ ἐφείδετʼ, ἀλλὰ παρέτρεφε τὸν βουλόμενον. Χαιρεφῶν μὲν παντελῶς οἴκαδε βαδίζειν ᾤετο ταλάντατος. καὶ μὴν ἔτι τοῦτʼ ἔστιν ἄξιον μόνον, τὸν παραμασήτην λαμβάνειν δίκρουν ξύλον· οὔτʼ εὔρυθμος γάρ ἐστιν οὔτʼ ἀχρήματος. Ἀντιφάνης δʼ ἐν Σκύθῃ· ἐπὶ κῶμον δοκεῖ ἴωμεν ὥσπερ ἔχομεν οὐκοῦν δᾷδα καὶ στεφάνους λαβόντες. Χαιρεφῶν οὕτως ... μεμάθηκε κωμάζειν ἄδειπνος. Τιμόθεος Κυναρίῳ· πειρώμεθʼ ὑποδύντʼ ἐς τὸ δεῖπνον ἀπιέναι. εἰς ἑπτάκλινον δʼ ἐστίν, ὡς ἔφραζέ μοι, ἂν μὴ παράβυστός που γένηται Χαιρεφῶν.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License