DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
41

Μοσχίωνος δέ τινος παρασίτου μνημονεύων Ἄλεξις ἐν Τροφωνίῳ παραμασήτην αὐτὸν ἐν τούτοις καλεῖ· εἶθʼ Μοσχίων παραμασήτης ἐν βροτοῖς αὐδώμενος. ἐν δὲ τῷ Παγκρατιαστῇ Ἄλεξις τρεχεδείπνους καταλέγων φησίν· πρῶτον μὲν ἦν σοι Καλλιμέδων Κάραβος, ἔπειτα Κόρυδος, Κωβίων, Κυρηβίων, Σκόμβρος, Σεμίδαλις. Β. Ἡράκλεις φίλε, ἀγοράσματʼ, οὐ συμπόσιον εἴρηκας, γύναι. Κυρηβίων δʼ ἐπεκαλεῖτο Ἐπικράτης Αἰσχίνου τοῦ ῥήτορος κηδεστής, ὥς φησι Δημοσθένης ἐν τῷ περὶ τῆς παραπρεσβείας τῶν δὲ τοιούτων ἐπιθέτων ἐπὶ χλεύῃ Ἀθηναῖοι παίζοντες ἔλεγον μνημονεύει Ἀναξανδρίδης ἐν Ὀδυσσεῖ οὕτως· ὑμεῖς γὰρ ἀλλήλους ἀεὶ χλευάζετʼ, οἶδʼ ἀκριβῶς. ἂν μὲν γὰρ τις εὐπρεπής, ἱερὸν γάμον καλεῖτε. ἐὰν δὲ μικρὸν παντελῶς ἀνθρώπιον, σταλαγμόν· λαμπρός τις ἐξελήλυθʼ .... ὄλολυς οὗτός ἐστι· λιπαρὸς περιπατεῖ Δημοκλῆς, ζωμὸς κατωνόμασται· χαίρει τις αὐχμῶν ῥυπῶν, κονιορτὸς ἀναπέφηνεν· ὄπισθεν ἀκολουθεῖ κόλαξ τῳ, λέμβος ἐπικέκληται· τὰ πόλλʼ ἄδειπνος περιπατεῖ, κεστρῖνός ἐστι νῆστις· εἰς τοὺς καλοὺς δʼ ἄν τις βλέπῃ, καπνὸς θεατροποιός· ὑφείλετʼ ἄρνα ποιμένος παίζων, Ἀτρεὺς ἐκλήθη· ἐὰν δὲ κριόν, Φρίξος, ἂν δὲ κωδάριον, Ἰάσων.
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Alexis
Demosthenes

Alignment

 

Digital Athenaeus Project     Creative Commons License