DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
40

Φιλόξενος δʼ Πτερνοκοπὶς ἐμπεσόντος λόγου ὅτι αἱ κίχλαι τίμιαί εἰσι καὶ τοῦ Κορύδου παρόντος, ὃς ἐδόκει πεπορνεῦσθαι, ἀλλʼ ἐγώ, ἔφη, μνημονεύω ὅτε κόρυδος ὀβολοῦ ἦν. ἦν δὲ καὶ Φιλόξενος τῶν παρασίτων, ὡς Ἀξιόνικος εἴρηκεν ἐν τῷ Χαλκιδικῷ· πρόκειται δὲ τὸ μαρτύριον μνημονεύει δʼ αὐτοῦ καὶ Μένανδρος ἐν Κεκρυφάλῳ αὐτὸ μόνον Πτερνοκοπίδα αὐτὸν καλῶν. μνημονεύει δʼ αὐτοῦ καὶ Μάχων κωμῳδιοποιὸς Κορίνθιος μὲν Σικυώνιος γενόμενος, ἐν Ἀλεξανδρείᾳ δὲ τῇ ἐμῇ καταβιοὺς καὶ διδάσκαλος γενόμενος τῶν κατὰ κωμῳδίαν μερῶν Ἀριστοφάνους τοῦ γραμματικοῦ· ὃς καὶ ἀπέθανεν ἐν τῇ Ἀλεξανδρείᾳ, καὶ ἐπιγέγραπται αὐτοῦ τῷ μνήματι· τῷ κωμῳδογράφῳ, κούφη κόνι, τὸν φιλάγωνα κισσὸν ὑπὲρ τύμβου ζῶντα Μάχωνι φέροις. οὐ γὰρ ἔχεις κηφῆνα παλίμπλυτον, ἀλλʼ ἄρα τέχνης ἄξιον ἀρχαίης λείψανον ἀμφίεσαι. τοῦτο δʼ πρέσβυς ἐρεῖ· Κέκροπος πόλι, καὶ παρὰ Νείλῳ ἔστιν ὅτʼ ἐν Μούσαις δριμὺ πέφυκε φυτόν. ἐν τούτοις δηλοῖ σαφῶς ὅτι Ἀλεξανδρεὺς ἦν γένος. δʼ οὖν Μάχων τοῦ Κορύδου μνημονεύει ἐν τούτοις· τὸν Κόρυδον ἠρώτησεν Εὐκράτη ποτὲ τῶν συμπαρόντων πῶς κέχρητʼ αὐτῷ ποτε Πτολεμαῖος. οὐκ οἶδʼ, εἶπεν, οὐδέπω σαφῶς· πεπότικε μὲν γὰρ ὥσπερ ἰατρός μʼ, ἔφη, δεῖ· φαγεῖν δὲ σιτίʼ οὐ δέδωκέ πω. Λυγκεὺς δὲ ἐν δευτέρῳ περὶ Μενάνδρου ἐπὶ γελοίοις, φησί, δόξαν εἰληφότες Εὐκλείδης Σμικρίνου καὶ Φιλόξενος Πτερνοκοπίς· ὧν μὲν Εὐκλείδης ἀποφθεγγόμενος οὐκ ἀνάξια βιβλίου καὶ μνήμης ἐν τοῖς ἄλλοις ἦν ἀηδὴς καὶ ψυχρός, δὲ Φιλόξενος οὐδὲν ἐπὶ κεφαλαίου περιττὸν λέγων ὅτε λαλήσειεν, εἰ πικρανθείη πρός τινα τῶν συζώντων καὶ διηγήσαιτο, πᾶν ἐπαφροδισίας καὶ χάριτος ἦν μεστόν. καίτοι γε συνέβη τὸν μὲν Εὐκλείδην κατὰ τὸν βίον ...., τὸν δὲ Φιλόξενον ὑπὸ πάντων φιλεῖσθαι καὶ τιμᾶσθαι.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License