DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
4

ἐπεισῆλθον οὖν ἡμῖν παῖδες πλῆθος ὅσον ἰχθύων φέροντες θαλασσίων λιμναίων τε ἐπὶ πινάκων ἀργυρῶν, ὡς θαυμάσαι μετὰ τοῦ πλούτου καὶ τὴν πολυτέλειαν· μονονουχὶ γὰρ καὶ τὰς Νηρηίδας ὠψωνήκει. καί τις τῶν παρασίτων καὶ κολάκων ἔφη τὸν Ποσειδῶ πέμπειν τῷ Νιττουνίῳ ἡμῶν τοὺς ἰχθῦς οὐ διὰ τῶν ἐν τῇ Ῥώμῃ ἴσον ἴσῳ τῶν τὸν ἰχθὺν πωλούντων, ἀλλὰ τοὺς μὲν ἐξ Ἀντίου κεκομίσθαι, ἑτέρους δʼ ἐκ Ταρακινῶν καὶ τῶν καταντικρὺ νήσων Ποντίων, ἄλλους δʼ ἐκ Πύργων· πόλις δʼ αὕτη Τυρρηνική. οἱ γὰρ ἐν τῇ Ῥώμῃ ἰχθυοπῶλαι οὐδʼ ὀλίγον ἀποδέουσι τῶν κατὰ τὴν Ἀττικήν ποτε κωμῳδηθέντων· περὶ ὧν Ἀντιφάνης μὲν ἐν Νεανίσκοις φησίν· ἐγὼ τέως μὲν ᾠόμην τὰς Γοργόνας εἶναί τι λογοποίημα· πρὸς ἀγορὰν δʼ ὅταν ἔλθω, πεπίστευκʼ· ἐμβλέπων γὰρ αὐτόθι τοῖς ἰχθυοπώλαις λίθινος εὐθὺς γίνομαι· ὥστʼ ἐξ ἀνάγκης ἔστʼ ἀποστραφέντι μοι λαλεῖν πρὸς αὐτούς. ἂν ἴδω γὰρ ἡλίκον ἰχθὺν ὅσου τιμῶσι, πήγνυμαι σαφῶς.
Kaibel Index Scriptorum
ANTIPHANES
POSIDONIVS

AMPHIS
TIMOCLES
Kaibel Dialogi Personae
LARENSIS
ANONYMI

Meineke Index Scriptorum
Antiphanes

Amphis

Alignment

 

Digital Athenaeus Project     Creative Commons License