DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
39

ἦν δὲ καὶ Κόρυδος τῶν διʼ ὀνόματος παρασίτων. μνημονεύει δʼ αὐτοῦ Τιμοκλῆς ἐν Ἐπιχαιρεκάκῳ οὕτως· ἀγορὰν ἰδεῖν εὔοψον εὐποροῦντι μὲν ἥδιστον, ἂν δʼ ἀπορῇ τις, ἀθλιώτατον. γοῦν Κόρυδος ἄκλητος, ὡς ἐμοὶ δοκεῖ, γενόμενος ὠψώνει παρʼ αὑτὸν οἴκαδε. ἦν δὲ τὸ πάθος γέλοιον, οἴμοι, τέτταρας χαλκοῦς ἔχων ἄνθρωπος, ἐγχέλεις ὁρῶν, θύννεια, νάρκας, καράβους ᾑμωδία. καὶ ταῦτα πάντῃ μὲν περιελθὼν ἤρετο ὁπόσου, πυθόμενος δʼ ἀπέτρεχʼ εἰς τὰς μεμβράδας. Ἄλεξις Δημητρίῳ Φιλεταίρῳ· ἀλλʼ αἰσχύνομαι τὸν Κόρυδον, εἰ δόξω συναριστᾶν τισιν οὕτω προχείρως· οὐκ ἀπαρνοῦμαι δʼ ὅμως. οὐδὲ γὰρ ἐκεῖνος, ἂν καλῇ τις. ἐν δὲ Τίτθῃ· Κόρυδος οὗτος, τὰ γέλοιʼ εἰθισμένος λέγειν, Βλεπαῖος βούλετʼ εἶναι. Β. νοῦν γʼ ἔχων· πλουτεῖ γὰρ Βλεπαῖος. Κρατῖνος δʼ νεώτερος ἐν Τιτᾶσι· Κόρυδον τὸν χαλκότυπον πεφύλαξο, ἢν μὴ σοὶ νομιεῖς αὐτὸν μηθὲν καταλείψειν, μηδʼ ὄψον κοινῇ μετὰ τούτου πώποτε δαίσῃ τοῦ Κορύδου, προλέγω σοι· ἔχει γὰρ χεῖρα κραταιάν, χαλκῆν, ἀκάματον, πολὺ κρείττω τοῦ πυρὸς αὐτοῦ. ὅτι δὲ γέλοια ἔλεγεν Κόρυδος καὶ ἐπὶ τούτοις γελᾶσθαι ἤθελεν αὐτὸς Ἄλεξις ἐν Ποιηταῖς φησι· πάνυ τοι βούλομαι οὗτος γελᾶσθαι καὶ γέλοιʼ ἀεὶ λέγειν μετὰ τὸν Κόρυδον μάλιστʼ Ἀθηναίων πολύ. ἀναγράφει δὲ αὐτοῦ τὰ ἀπομνημονεύματα Λυγκεὺς Σάμιος Εὐκράτην αὐτὸν καλεῖσθαι κυρίως φάσκων. γράφει δʼ οὕτως· Εὐκράτης Κόρυδος πίνων παρά τινι σαθρᾶς οὔσης τῆς οἰκίας ἐνταῦθα, φησίν, δειπνεῖν δεῖ ὑποστήσαντα τὴν ἀριστερὰν χεῖρα ὥσπερ αἱ Καρυάτιδες.
Kaibel Index Scriptorum
ALEXIS
CRATINVS
TIMOCLES

MENANDER
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License