DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
37

καὶ Ἀξιόνικος δʼ ἐν Χαλκιδικῷ φησιν· ὅτε τοῦ παρασιτεῖν πρῶτον ἠράσθην μετὰ Φιλοξένου τῆς Πτερνοκοπίδος νέος ἔτʼ ὤν, πληγὰς ὑπέμενον κονδύλων καὶ τρυβλίων ὀστῶν τε τὸ μέγεθος τοσαύτας ὥστε με ἐνίοτε τοὐλάχιστον ὀκτὼ τραύματα ἔχειν. ἐλυσιτέλει γάρ· ἥττων εἰμὶ γὰρ τῆς ἡδονῆς. ἔπειτα καὶ τρόπον τινὰ τὸ πρᾶγμά μοι λυσιτελὲς εἶναι νενόμικα. οἷον φίλερίς τίς ἐστι καὶ μάχεταί τί μοι· μετεβαλόμην πρὸς τοῦτον ὅσα τʼ εἴρηκέ με κακῶς ὁμολογῶν εὐθέως οὐ βλάπτομαι. πονηρὸς ὤν τε χρηστὸς εἶναι φησί τις· ἐγκωμιάζων τοῦτον ἀπέλαβον χάριν. γλαύκου βεβρωκὼς τέμαχος ἑφθὸν τήμερον αὔριον ἕωλον τοῦτʼ ἔχων οὐκ ἄχθομαι. τοιοῦτος τρόπος ἐστὶν φύσις τέ μου. Ἀντίδοτος δʼ ἐν τῷ ἐπιγραφομένῳ Πρωτοχόρῳ παράγει τινα παραπλήσιον τοῖς ἐν τῷ Κλαυδίῳ νῦν σοφιστεύουσιν, ὧν οὐδὲ μεμνῆσθαι καλόν, τοιαῦτα περὶ παρασιτικῆς τέχνης λέγοντα· κατὰ τὴν στάσιν δὴ στάντες ἀκροάσασθέ μου. πρὶν ἐγγραφῆναι καὶ λαβεῖν τὸ χλαμύδιον περὶ τοῦ παρασιτεῖν εἴ τις ἐμπέσοι λόγος, τὸ τεχνίον αἰεὶ τοῦτό μοι κατεπίνετο, καὶ παιδομαθὴς πρὸς αὐτὸ τὴν διάνοιαν ἦν.
Kaibel Index Scriptorum
ANTIDOTVS

ALEXIS
DIODORVS
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Antidotus
Diodorus

Alexis
Axionicus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License