DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
36

Διόδωρος δὲ Σινωπεὺς ἐν Ἐπικλήρῳ περὶ τοῦ παρασιτεῖν καὶ αὐτὸς οὐκ ἀγλαφύρως τάδε φησίν· βούλομαι δεῖξαι σαφῶς ὡς σεμνόν ἐστι τοῦτο καὶ νενομισμένον καὶ τῶν θεῶν εὕρημα· τὰς δʼ ἄλλας τέχνας οὐδεὶς θεῶν κατέδειξεν, ἀλλʼ ἄνδρες σοφοί· τὸ γὰρ παρασιτεῖν εὗρεν Ζεὺς φίλιος, τῶν θεῶν μέγιστος ὁμολογουμένως. οὗτος γὰρ εἰς τὰς οἰκίας εἰσέρχεται οὐχὶ διακρίνας τὴν πενιχρὰν πλουσίαν. οὗ δʼ ἂν καλῶς ἐστρωμένην κλίνην ἴδῃ, παρακειμένην τε τὴν τράπεζαν πάνθʼ δεῖ ἔχουσαν, ἤδη συγκατακλιθεὶς κοσμίως ἀριστίσας ἑαυτόν, ἐντραγών, πιών, ἀπέρχετʼ οἴκαδʼ οὐ καταβαλὼν συμβολάς. κἀγὼ ποῶ νῦν τοῦτʼ· ἐπὰν κλίνας ἴδω ἐστρωμένας καὶ τὰς τραπέζας εὐτρεπεῖς καὶ τὴν θύραν ἀνεῳγμένην, εἰσέρχομαι ἐνθάδε σιωπῇ καὶ ποιήσας εὐσταλῆ ἐμαυτόν, ὥστε μὴ ἐνοχλεῖν τὸν συμπότην, πάντων ἀπολαύσας τῶν παρατεθέντων, πιών, ἀπέρχομʼ οἴκαδʼ ὥσπερ Ζεὺς φίλιος. ὅτι δʼ ἦν τὸ πρᾶγμʼ ἔνδοξον ἀεὶ καὶ καλόν, ἐκεῖθεν ἂν γνοίη τις ἔτι σαφέστερον· τὸν Ἡρακλέα τιμῶσα λαμπρῶς πόλις ἐν ἅπασι τοῖς δήμοις θυσίας ποιουμένη εἰς τὰς θυσίας ταύτας παρασίτους τῷ θεῷ οὐπώποτʼ ἀπεκλήρωσεν οὐδὲ παρέλαβεν εἰς ταῦτα τοὺς τυχόντας, ἀλλὰ κατέλεγεν ἐκ τῶν πολιτῶν δώδεκʼ ἄνδρας ἐπιμελῶς, ἐκλεξαμένη τοὺς ἐκ δύʼ ἀστῶν γεγονότας, ἔχοντας οὐσίας, καλῶς βεβιωκότας. εἶθʼ ὕστερον τὸν Ἡρακλέα μιμούμενοι τῶν εὐπόρων τινὲς παρασίτους ἑλόμενοι τρέφειν παρεκάλουν οὐχὶ τοὺς χαριεστάτους ἐκλεγόμενοι, τοὺς δὲ κολακεύειν δυναμένους καὶ πάντʼ ἐπαινεῖν· οἷς ἐπειδὰν προσερύγῃ ῥαφανῖδα καὶ σαπρὸν σίλουρον καταφαγών, ἴα καὶ ῥόδα φασὶν αὐτὸν ἠριστηκέναι. ἐπὰν δʼ ἀποπάρδῃ μετά τινος κατακείμενος τούτων, προσάγων τὴν ῥῖνα δεῖθʼ αὑτῷ φράσαι· πόθεν τὸ θυμίαμα τοῦτο λαμβάνεις; διὰ τοὺς τοιούτους τοὺς ἀσελγῶς χρωμένους τὸ τίμιον καὶ τὸ καλὸν αἰσχρόν ἐστι νῦν.
Kaibel Index Scriptorum
DIODORVS

DIPHILVS
EVBVLVS
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Axionicus
Diodorus
Eubulus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License