DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
35

Ἀντιφάνης δʼ ἐν Προγόνοις· τὸν τρόπον μὲν οἶσθά μου ὅτι τῦφος οὐκ ἔνεστιν, ἀλλὰ τοῖς φίλοις τοιοῦτός εἰμι δη τις τύπτεσθαι μύδρος, τύπτειν κεραυνός, ἐκτυφλοῦν τινʼ ἀστραπή, φέρειν τινʼ ἄρας ἄνεμος, ἀποπνῖξαι βρόχος, θύρας μοχλεύειν σεισμὸς, εἰσπηδᾶν ἀκρίς, δειπνεῖν ἄκλητος μυῖα, μὴ ʼξελθεῖν φρέαρ, ἄγχειν, φονεύειν, μαρτυρεῖν, ὅσʼ ἂν μόνον τύχῃ τις εἰπών, ταῦτʼ ἀπροσκέπτως ποιεῖν ἅπαντα. καὶ καλοῦσί μʼ οἱ νεώτεροι διὰ ταῦτα πάντα σκηπτόν· ἀλλʼ οὐδὲν μέλει τῶν σκωμμάτων μοι· τῶν φίλων γὰρ ὢν φίλος ἔργοισι χρηστός, οὐ λόγοις ἔφυν μόνον. Δίφιλος δʼ ἐν Παρασίτῳ μελλόντων γίνεσθαι γάμων τὸν παράσιτον ποιεῖ λέγοντα τάδε ἀγνοεῖς ἐν ταῖς ἀραῖς τι ἔστιν, εἴ τις μὴ φράσειʼ ὀρθῶς ὁδὸν πῦρ ἐναύσειʼ διαφθείρειʼ ὕδωρ, δειπνιεῖν μέλλοντα κωλύσαι τινά. Εὔβουλος δὲ ἐν Οἰδίποδι· πρῶτος εὑρὼν τἀλλότρια δειπνεῖν ἀνὴρ δημοτικὸς ἦν τις, ὡς ἔοικε, τοὺς τρόπους. ὅστις δʼ ἐπὶ δεῖπνον φίλον τινʼ ξένον καλέσας ἔπειτα συμβολὰς ἐπράξατο, φυγὰς γένοιτο μηδὲν οἴκοθεν λαβών.
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Diphilus

Antiphanes
Diodorus
Eubulus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License