DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
34

καὶ Ἀριστοφῶν δὲ ἐν Ἰατρῷ φησι· βούλομαι δʼ αὐτῷ προειπεῖν οἷός εἰμι τοὺς τρόπους· ἄν τις ἑστιᾷ, πάρειμι πρῶτος, ὥστʼ ἤδη πάλαι .... ζωμὸς καλοῦμαι. δεῖ τινʼ ἄρασθαι μέσον τῶν παροινούντων, παλαιστὴν νόμισον αὐταργειον μʼ ὁρᾶν. προσβαλεῖν πρὸς οἰκίαν δεῖ, κριός· ἀναβῆναί τι πρὸς κλιμάκιον ... Καπανεύς· ὑπομένειν πληγὰς ἄκμων· κονδύλους πλάττειν δὲ Τελαμών· τοὺς καλοὺς πειρᾶν καπνός. κἀν Πυθαγοριστῇ δέ φησι· πρὸς μὲν τὸ πεινῆν ἐσθίειν τε μηδὲ ἓν νόμιζʼ ὁρᾶν Τιθύμαλλον Φιλιππίδην. ὕδωρ δὲ πίνειν βάτραχος, ἀπολαῦσαι θύμων λαχάνων τε κάμπη, πρὸς τὸ μὴ λοῦσθαι ῥύπος, ὑπαίθριος χειμῶνα διάγειν κόψιχος, πνῖγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν τέττιξ, ἐλαίῳ μηδὲ χρίεσθαι τὸ πᾶν κονιορτός, ἀνυπόδητος ὄρθρου περιπατεῖν γέρανος, καθεύδειν μηδὲ μικρὸν νυκτερίς.
Kaibel Index Scriptorum
ARISTOPHO

ANTIPHANES
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Aristophon

Antiphanes

Alignment

 

Digital Athenaeus Project     Creative Commons License