DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
33

καὶ Ἀντιφάνης δὲ ἐν Διδύμοις φησίν· γὰρ παράσιτός ἐστιν, ἂν ὀρθῶς σκοπῇς, κοινωνὸς ἀμφοῖν τῆς τύχης καὶ τοῦ βίου. οὐδεὶς παράσιτος εὔχετʼ ἀτυχεῖν τοὺς φίλους, τοὐναντίον δὲ πάντας εὐτυχεῖν ἀεί. ἐστὶν πολυτελὴς τῷ βίῳ τις· οὐ φθονεῖ, μετέχειν δὲ τούτων εὔχετʼ αὐτῷ συμπαρών. κἀστὶν φίλος γενναῖος ἀσφαλής θʼ ἅμα, οὐ μάχιμος, οὐ πάροξυς, οὐχὶ βάσκανος, ὀργὴν ἐνεγκεῖν ἀγαθός· ἂν σκώπτῃς, γελᾷ· ἐρωτικός, γελοῖος, ἱλαρὸς τῷ τρόπῳ· πάλιν στρατιώτης ἀγαθὸς εἰς ὑπερβολήν, ἂν τὸ σιτάρκημα δεῖπνον εὐτρεπές.
Kaibel Index Scriptorum
ANTIPHANES

ARISTOPHO
TIMOCLES
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Antiphanes
Aristophon

Alignment

 

Digital Athenaeus Project     Creative Commons License