DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
32

χαρακτηρίζει δʼ οὐκ ἀρρύθμως τὸν παράσιτον ὁποῖός τίς ἐστι Τιμοκλῆς ἐν Δρακοντίῳ οὕτως· ἔπειτʼ ἐγὼ παράσιτον ἐπιτρέψω τινὶ κακῶς λέγειν; ἥκιστά γʼ· οὐδὲν ἔστι γὰρ ἐν τοῖς τοιούτοις χρησιμώτερον γένος. εἰ δʼ ἐστὶ τὸ φιλέταιρον ἕν τι τῶν καλῶν, ἀνὴρ παράσιτος τοῦτο ποιεῖ διὰ τέλους. ἐρᾷς, συνεραστὴς ἀπροφάσιστος γίγνεται. πράσσεις τι, πράξει συμπαρὼν τι ἂν δέῃ, δίκαια ταὐτὰ τῷ τρέφοντι νενομικώς, ἐπαινέτης θαυμαστὸς οἷος τῶν φίλων. χαίρουσι δείπνων ἡδοναῖς ἀσυμβόλοις· τίς δʼ οὐχὶ θνητῶν; τίς ἥρως θεὸς ἀποδοκιμάζει τὴν τοιαύτην διατριβήν; ἵνα μὴ δὲ πολλὰ μακρολογῶ διʼ ἡμέρας, τεκμήριόν τι παμμέγεθες οἶμαί γʼ ἐρεῖν, τῶν παρασίτων ὡς τετίμηται βίος. γέρα γὰρ αὐτοῖς ταὐτὰ τοῖς τὠλύμπια νικῶσι δίδοται χρηστότητος εἵνεκα, σίτησις. οὗ γὰρ μὴ τίθενται συμβολαί, πρυτανεῖα ταῦτα πάντα προσαγορεύεται.
Olson Index

Timocles
Kaibel Index Scriptorum
TIMOCLES

ALEXIS
ANTIPHANES
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Antiphanes
Timocles

Alignment

 

Digital Athenaeus Project     Creative Commons License