DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
31

τοῦ δὲ ὀνόματος τοῦ παρασίτου μνημονεύει Ἀραρὼς ἐν Ὑμεναίῳ διὰ τούτων· οὐκ ἔσθʼ ὅπως οὐκ εἶ παράσιτος, φίλτατε· δʼ Ἰσχόμαχος ὁδὶ τρέφων σε τυγχάνει. πολὺ δʼ ἐστὶ τὸ ὄνομα παρὰ τοῖς νεωτέροις. τὸ δὲ ῥῆμα παρὰ Πλάτωνι τῷ φιλοσόφῳ ἐν Λάχητι· φησὶ γάρ· καὶ ἡμῖν τὰ μειράκια παρασιτεῖ. παρασίτων δʼ εἶναί φησι γένη δύο Ἄλεξις ἐν Κυβερνήτῃ διὰ τούτων· δύʼ ἐστί, Ναυσίνικε, παρασίτων γένη, ἓν μὲν τὸ κοινὸν καὶ κεκωμῳδημένον, οἱ μέλανες ἡμεῖς. θάτερον ζητῶ γένος, σεμνοπαράσιτον ἐκ μέσου καλούμενον, σατράπας παρασίτους καὶ στρατηγοὺς ἐπιφανεῖς ὑποκρινόμενον εὖ τοῖς βίοις, ὀφρῦς ἔχον χιλιοταλάντους ἀνακυλῖόν τʼ οὐσίας· νοεῖς σὺ τὸ γένος καὶ τὸ πρᾶγμα; Ν. καὶ μάλα. Α. τούτων δʼ ἑκατέρου τῶν γενῶν μὲν τύπος τῆς ἐργασίας εἷς ἐστι, κολακείας ἀγών· ὥσπερ ἐπὶ τῶν βίων δὲ τοὺς μὲν τύχη ἡμῶν μεγάλοις προσένειμε, τοὺς δʼ ἐλάττοσι εἶθʼ οἳ μὲν εὐποροῦμεν, οἳ δʼ ἀλύομεν. ἆρά γε διδάσκων, Ναυσίνικʼ; Ν. οὐκ ἀστόχως, ἀλλʼ ἄν σʼ ἐπαινῶ μᾶλλον, αἰτήσεις μέ τι.
Kaibel Index Scriptorum
ALEXIS

ARAROS
EVPOLIS
PLATO
TIMOCLES
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Alexis
Plato

Araros
Timocles

Alignment

 

Digital Athenaeus Project     Creative Commons License