DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
30

οἱ δʼ ἀρχαῖοι ποιηταὶ τοὺς παρασίτους κόλακας ἐκάλουν, ἀφʼ ὧν καὶ Εὔπολις τῷ δράματι τὴν ἐπιγραφὴν ἐποιήσατο, τὸν χορὸν τῶν Κολάκων ποιήσας τάδε λέγοντα· ἀλλὰ δίαιταν ἣν ἔχουσʼ οἱ κόλακες πρὸς ὑμᾶς λέξομεν· ἀλλʼ ἀκούσαθʼ, ὡς ἐσμὲν ἅπαντα κομψοὶ ἄνδρες· ὅτοισι πρῶτα μὲν παῖς ἀκόλουθός ἐστιν ἀλλότριος τὰ πολλά, μικρὸν δέ τι κἀμὸς αὐτοῦ. ἱματίω δέ μοι δύʼ ἐστὸν χαρίεντε τούτω, οἷν μεταλαμβάνων ἀεὶ θάτερον ἐξελαύνω εἰς ἀγοράν. ἐκεῖ δʼ ἐπειδὰν κατίδω τινʼ ἄνδρα ἠλίθιον, πλουτοῦντα δʼ, εὐθὺς περὶ τοῦτον εἰμί. κἄν τι τύχῃ λέγων πλούταξ, πάνυ τοῦτʼ ἐπαινῶ καὶ καταπλήττομαι δοκῶν τοῖσι λόγοισι χαίρειν. εἶτʼ ἐπὶ δεῖπνον ἐρχόμεσθʼ ἄλλυδις ἄλλος ἡμῶν μᾶζαν ἐπʼ ἀλλόφυλον, οὗ δεῖ χαρίεντα πολλὰ τὸν κόλακʼ εὐθέως λέγειν ʼκφέρεται θύραζε. οἶδα δʼ Ἀκέστορʼ αὐτὸ τὸν στιγματίαν παθόντα· σκῶμμα γὰρ εἶπʼ ἀσελγές, εἶτʼ αὐτὸν παῖς θύραζε ἐξαγαγὼν ἔχοντα κλοιὸν παρέδωκεν Οἰνεῖ.
Kaibel Index Scriptorum
EVPOLIS

ARAROS
DEMETRIVS
PLATO
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Eupolis

Araros
Demetrius

Alignment

 

Digital Athenaeus Project     Creative Commons License