DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
3

καὶ ἡμεῖς οὖν, Τιμόκρατες, ἀποδίδομέν σοι τὰ τῶν δειπνοσοφιστῶν λείψανα καὶ οὐ δίδομεν, ὡς Κοθωκίδης φησὶ ῥήτωρ Δημοσθένην χλευάζων, ὃς Φιλίππου Ἀθηναίοις Ἁλόννησον διδόντος συνεβούλευε μὴ λαμβάνειν, εἰ δίδωσιν ἀλλὰ μὴ ἀποδίδωσιν. ὅπερ Ἀντιφάνης ἐν Νεοττίδι παιδιὰν θέμενος ἐρεσχηλεῖ τόνδε τὸν τρόπον· δεσπότης δὲ πάντα τὰ παρὰ τοῦ πατρὸς ἀπέλαβεν ὥσπερ ἔλαβεν. Β. ἠγάπησεν ἂν τὸ ῥῆμα τοῦτο παραλαβὼν Δημοσθένης. Ἄλεξις δὲ ἐν Στρατιώτῃ· ἀπόλαβε τουτί. Β. τί τοῦτο δʼ ἐστίν; Α. παρʼ ὑμῶν ἐγὼ παιδάριον ἔλαβον ἀποφέρων ἥκω πάλιν. Β. πῶς; οὐκ ἀρέσκει σοι τρέφειν; Α. οὐκ ἔστι γὰρ ἡμέτερον. Β. οὐδʼ ἡμέτερον. Α. ἀλλʼ ἐδώκατε ὑμεῖς ἐμοὶ τοῦτʼ. Β. οὐδʼ ἐδώκαμεν. Α. τί δαί; Β. ἀπεδώκαμεν. Α. τὸ μὴ προσῆκόν μοι λαβεῖν; καὶ ἐν Ἀδελφοῖς· ἐγὼ δέδωκα γὰρ τί ταύταις; εἰπέ μοι. Β. οὐκ, ἀλλʼ ἀπέδωκας ἐνέχυρον δήπου λαβών. Ἀναξίλας δὲ ἐν Εὐανδρίᾳ· καὶ τὰς παλαίστρας δώσω. Β. μὰ τὴν γῆν, μὴ σύ γε δῷς, ἀλλʼ ἀπόδος. Α. καὶ δὴ φέρουσʼ ἐξέρχομαι. Τιμοκλῆς δʼ ἐν Ἥρωσιν· οὐκοῦν κελεύεις νῦν με πάντα μᾶλλον τὰ προσόντα φράζειν. Β. πάνυγε. Α. δράσω τοῦτό σοι. καὶ πρῶτα μέν σοι παύσεται Δημοσθένης ὀργιζόμενος. Β. ποῖος Βριάρεως; Α. τοὺς καταπέλτας τάς τε λόγχας ἐσθίων, μισῶν λόγους ἄνθρωπος οὐδὲ πώποτε ἀντίθετον εἰπὼν οὐδέν, ἀλλʼ Ἄρη βλέπων. κατὰ τοὺς οὖν προειρημένους ποιητὰς καὶ αὐτοὶ τὰ ἑπόμενα τοῖς προειρημένοις ἀποδιδόντες καὶ οὐ διδόντες τὰ ἀκόλουθα λέξομεν.
Kaibel Dialogi Personae
TIMOCRATI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License