DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
23

Πλάτων δὲ θεῖος καὶ Λυκοῦργος Λάκων οὐδʼ εἴων ἐνεπιδημεῖν ταῖς ἰδίαις πολιτείαις οὔτε τῶν ἄλλων πολυτελῶν οὐδέν, ἀλλʼ οὐδὲ τὸν ἄργυρον οὐδὲ τὸν χρυσόν, τῶν μεταλλευομένων τὸν σίδηρον καὶ τὸν χαλκὸν ἀρκεῖν νομίζοντες, ἐκεῖνα δʼ ἐκβάλλοντες ὡς λυμαινόμενα τὰς ὑγιαινούσας τῶν πόλεων. Ζήνων δὲ ἀπὸ τῆς στοᾶς πάντα τὰ ἄλλα πλὴν τοῦ νομίμως αὐτοῖς καὶ καλῶς χρῆσθαι νομίσας ἀδιάφορα τὴν μὲν αἵρεσιν αὐτῶν καὶ φυγὴν ἀπειπών, τὴν χρῆσιν δὲ τῶν λιτῶν καὶ περιττῶν προηγουμένως ποιεῖσθαι προστάσσων, ὅπως ἀδεῆ καὶ ἀθαύμαστον πρὸς τἄλλα τὴν διάθεσιν τῆς ψυχῆς ἔχοντες οἱ ἄνθρωποι ὅσα μήτε καλά ἐστι μήτε αἰσχρὰ τοῖς μὲν κατὰ φύσιν ὡς ἐπὶ πολὺ χρῶνται, τῶν δʼ ἐναντίων μηδὲν ὅλως δεδοικότες λόγῳ καὶ μὴ φόβῳ τούτων ἀπέχωνται. οὐδὲν γὰρ φύσις ἐκβέβληκεν ἐκ τοῦ κόσμου τῶν εἰρημένων, ἀλλʼ ἐποίησεν ὑπογείους αὐτῶν φλέβας πολύπονον καὶ χαλεπὴν ἐχούσας ἐργασίαν, ὅπως οἱ περὶ ταῦτα σπουδάζοντες ὀδυνώμενοι μετίωσι τὴν κτῆσιν, καὶ οὐχ οἱ μεταλλεύοντες μόνοι ἀλλὰ καὶ οἱ τὰ μεταλλευθέντα συναγείροντες μυρίοις μόχθοις θηρεύωσι τὴν περίβλεπτον ταύτην πολυκτησίαν. δείγματος μὲν οὖν χάριν .... ἐπείπερ ἐπιπόλαιον αὐτῶν ἐστι τὸ γένος, εἴ γʼ ἐν ταῖς ἐσχατιαῖς τῆς οἰκουμένης καὶ ποτάμια τὰ τυχόντα ψήγματα χρυσοῦ καταφέρει καὶ ταῦτα γυναῖκες καὶ ἄνδρες ἀσθενεῖς τὰ σώματα σὺν ταῖς ἄμμοις ὑποψήχοντες διιστᾶσι καὶ πλύναντες ἄγουσιν ἐπὶ τὴν χώνην, ὡς παρὰ τοῖς Ἐλουητίοις φησὶν ἐμὸς Ποσειδώνιος καὶ ἄλλοις τισὶ τῶν Κελτῶν. καὶ τά τε πάλαι μὲν Ῥιπαῖα καλούμενα ὄρη, εἶθʼ ὕστερον Ὄλβια προσαγορευθέντα, νῦν δὲ Ἄλπια (ἔστι δὲ τῆς Γαλατίας) αὐτομάτως ὕλης ἐμπρησθείσης ἀργύρῳ διερρύη. τὸ μέντοι γε πολὺ τούτου βαθείαις καὶ κακοπαθέσι μεταλλείαις εὑρίσκεται κατὰ τὸν Φαληρέα Δημήτριον ἐλπιζούσης τῆς πλεονεξίας ἀνάξειν ἐκ τῶν μυχῶν τῆς γῆς αὐτὸν τὸν Πλούτωνα. χαριεντιζόμενος γοῦν φησιν ὅτι πολλάκις καταναλώσαντες τὰ φανερὰ τῶν ἀδήλων ἕνεκα μὲν ἔμελλον οὐκ ἔλαβον, δʼ εἶχον ἀπέβαλον ὥσπερ αἰνίγματος τρόπον ἀτυχοῦντες.
Kaibel Dialogi Personae
PONTIANVS

Meineke Index Scriptorum
Posidonius

Alignment

 

Digital Athenaeus Project     Creative Commons License