DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
22

Ἔφορος δὲ Δημόφιλος υἱὸς αὐτοῦ ἐν τῇ τριακοστῇ τῶν ἱστοριῶν περὶ τοῦ ἐν Δελφοῖς ἱεροῦ λέγων φησίν· Ὀνόμαρχος δὲ καὶ Φάυλλος καὶ Φάλαικος οὐ μόνον ἅπαντα τὰ τοῦ θεοῦ ἐξεκόμισαν, ἀλλὰ τὸ τελευταῖον αἱ γυναῖκες αὐτῶν τόν τε τῆς Ἐριφύλης κόσμον ἔλαβον, ὃν Ἀλκμαίων εἰς Δελφοὺς ἀνέθηκε κελεύσαντος τοῦ θεοῦ, καὶ τὸν τῆς Ἑλένης ὅρμον Μενελάου ἀναθέντος. ἑκατέρῳ γὰρ θεὸς ἔχρησεν, Ἀλκμαίωνι μὲν πυνθανομένῳ πῶς ἂν τῆς μανίας ἀπαλλαγείη· τιμῆέν μʼ αἰτεῖς δῶρον μανίαν ἀποπαῦσαι· καὶ σὺ φέρειν τιμῆεν ἐμοὶ γέρας, ποτε μήτηρ Ἀμφιάραον ἔκρυψʼ ὑπὸ γῆν αὐτοῖσι σὺν ἵπποις· Μενελάῳ δὲ πῶς ἂν τὸν Ἀλέξανδρον τιμωρήσαιτο· πάγχρυσον φέρε κόσμον ἑλὼν ἀπὸ σῆς ἀλόχοιο δειρῆς, ὅν ποτε Κύπρις ἔδωχʼ Ἑλένῃ μέγα χάρμα· ὥς σοι Ἀλέξανδρος τίσιν ἐχθίστην ἀποδώσει. συνέβη δὲ ταῖς γυναιξὶν ἔριν ἐμπεσεῖν περὶ τοῦ κόσμου τούτου ποτέρα πότερον λήψεται. καὶ διακληρουμένων μὲν σκυθρωπὴ οὖσα κατὰ τὸν βίον καὶ σεμνότητος πλήρης τὸν Ἐριφύλης ὅρμον, δὲ ὥρᾳ διαφέρουσα καὶ μάχλος οὖσα τὸν τῆς Ἑλένης ἔλαχε. καὶ αὕτη μὲν ἐρασθεῖσα νεανίσκου τινὸς Ἠπειρώτου συνεξεδήμησεν, δὲ τῷ ἀνδρὶ θάνατον ἐβούλευσεν.
Kaibel Dialogi Personae
PONTIANVS

Meineke Index Scriptorum
Demophilus
Ephorus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License