DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
21

ἱστορεῖ τὰ αὐτὰ καὶ Φαινίας ἐν τῷ περὶ τῶν ἐν Σικελίᾳ τυράννων, ὡς χαλκῶν ὄντων τῶν παλαιῶν ἀναθημάτων καὶ τριπόδων καὶ λεβήτων καὶ ἐγχειριδίων, ὧν ἐφʼ ἑνὸς καὶ ἐπιγεγράφθαι φησίν· θάησαί μʼ· ἐτεὸν γὰρ ἐν Ἰλίου εὐρέι πύργῳ ἦν, ὅτε καλλικόμῳ μαρνάμεθʼ ἀμφʼ Ἑλένῃ· καί μʼ. Ἀντηνορίδης ἐφόρει κρείων Ἑλικάων· νῦν δέ με Λητοΐδου θεῖον ἔχει δάπεδον. ἐπὶ δὲ τρίποδος, ὃς ἦν εἷς τῶν ἐπὶ Πατρόκλῳ ἄθλων τεθέντων· χάλκεός εἰμι τρίπους, Πυθοῖ δʼ ἀνάκειμαι ἄγαλμα· καί μʼ ἐπὶ Πατρόκλῳ θῆκεν πόδας ὠκὺς Ἀχιλλεύς· Τυδείδης δʼ ἀνέθηκε βοὴν ἀγαθὸς Διομήδης, νικήσας ἵπποισι παρὰ πλατὺν Ἑλλήσποντον.
Kaibel Dialogi Personae
PONTIANVS

Meineke Index Scriptorum
Phanias

Demophilus
Ephorus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License