Τιμοκλῆς ὁ κωμῳδιοποιὸς κατὰ πολλὰ χρησίμην εἶναι λέγων τῷ βίῳ τὴν τραγῳδίαν φησὶν ἐν Διονυσιαζούσαις· ὦτάν, ἄκουσον, ἤν τί σοι μέλλω λέγειν. ἅνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει, καὶ πολλὰ λυπήρʼ ὁ βίος ἐν ἑαυτῷ φέρει. παραψυχὰς οὖν φροντίδων ἀνεύρετο ταύτας· ὁ γὰρ νοῦς τῶν ἰδίων λήθην λαβὼν πρὸς ἀλλοτρίῳ τε ψυχαγωγηθεὶς πάθει μεθʼ ἡδονῆς ἀπῆλθε παιδευθεὶς ἅμα. τοὺς γὰρ τραγῳδοὺς πρῶτον, εἰ βούλει, σκόπει ὡς ὠφελοῦσι πάντας. ὁ μὲν ὢν γὰρ πένης πτωχότερον αὑτοῦ καταμαθὼν τὸν Τήλεφον γενόμενον ἤδη τὴν πενίαν ῥᾷον φέρει. ὁ νοσῶν δὲ μανικῶς Ἀλκμέωνʼ ἐσκέψατο· ὀφθαλμιᾷ τις, εἰσὶ Φινεῖδαι τυφλοί. τέθνηκέ τῳ παῖς, ἡ Νιόβη κεκούφικε. χωλός τίς ἐστιν, τὸν Φιλοκτήτην ὁρᾷ. γέρων τις ἀτυχεῖ, κατέμαθεν τὸν Οἰνέα. ἅπαντα γὰρ τὰ μείζονʼ ἢ πέπονθέ τις ἀτυχήματʼ ἄλλοις γεγονότʼ ἐννοούμενος τὰς αὐτὸς αὑτοῦ συμφορὰς ῥᾷον φέρει.
|