DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
19

τοσαῦτα εἰπόντος τοῦ Αἰμιλιανοῦ Ποντιανὸς ἔφη· σπάνιος γὰρ ὄντως ἦν τὸ παλαιὸν παρὰ τοῖς Ἕλλησιν μὲν χρυσὸς καὶ πάνυ, δὲ ἄργυρος ὀλίγος ἦν ἐν τοῖς μετάλλοις. διὸ καὶ Φίλιππον τὸν τοῦ μεγάλου βασιλέως Ἀλεξάνδρου πατέρα φησὶν Δοῦρις Σάμιος φιάλιον χρυσοῦν κεκτημένον ἀεὶ τοῦτʼ ἔχειν κείμενον ὑπὸ τὸ προσκεφάλαιον. καὶ τὴν Ἀτρέως δὲ χρυσῆν ἄρνα, περὶ ἣν γεγόνασιν ἡλίου τε ἐκλείψεις καὶ βασιλειῶν μεταβολαὶ ἔτι τε τῆς τραγῳδίας πολλή, φιάλην ἀργυρᾶν φησι γεγονέναι Ἡρόδωρος Ἡρακλεώτης ἔχουσαν ἐν μέσῳ ἄρνα χρυσῆν. Ἀναξιμένης δʼ Λαμψακηνὸς ἐν ταῖς πρώταις ἐπιγραφομέναις ἱστορίαις τὸν Ἐριφύλης ὅρμον διαβόητον γενέσθαι διὰ τὸ σπάνιον εἶναι τότε τὸ χρυσίον παρὰ τοῖς Ἕλλησι· καὶ γὰρ ἀργυροῦν ποτήριον ἦν ἰδεῖν τότε παράδοξον. μετὰ δὲ τὴν Δελφῶν ὑπὸ Φωκέων κατάληψιν πάντα τὰ τοιαῦτα δαψίλειαν εἴληφεν. ἐκ ποτηρίων δὲ χαλκῶν ἔπινον οἱ σφόδρα δοκοῦντες πλουτεῖν καὶ τὰς θήκας τούτων ὠνόμαζον χαλκοθήκας. Ἡρόδοτός τέ φησι τοὺς Αἰγυπτίων ἱερεῖς χαλκοῖς ποτηρίοις πίνειν, τοῖς τε βασιλεῦσιν αὐτῶν θύουσί ποτε κοινῇ οὐχ εὑρεθῆναι πᾶσι δοθῆναι φιάλας ἀργυρᾶς· Ψαμμήτιχον γοῦν νεώτερον ὄντα τῶν ἄλλων βασιλέων χαλκῇ φιάλῃ σπεῖσαι τῶν ἄλλων ἀργυραῖς σπενδόντων. συληθέντος δʼ οὖν τοῦ Πυθικοῦ ἱεροῦ ὑπὸ τῶν Φωκικῶν τυράννων ἐπέλαμψε παρὰ τοῖς Ἕλλησιν χρυσός, εἰσεκώμασε δὲ καὶ ἄργυρος. ὕστερον δὲ τοῦ μεγίστου Ἀλεξάνδρου τοὺς ἐκ τῆς Ἀσίας θησαυροὺς ἀνελομένου ὄντως ἀνέτειλεν κατὰ Πίνδαρον εὐρυσθενὴς πλοῦτος
Kaibel Dialogi Personae
PONTIANVS

AEMILIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License