DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
18

καὶ Ἀντιφάνης δὲ ἐν Λημνίαις φησί· παρετέθη τρίπους πλακοῦντα χρηστόν, πολυτίμητοι θεοί, ἔχων ἐν ἀργυρῷ τε τρυβλίῳ μέλι. καὶ Σώπατρος δʼ παρῳδὸς ἐν Ὀρέστῃ· σαπρὸν σίλουρον ἀργυροῦς πίναξ ἔχων. ἐν δὲ τῷ ἐπιγραφομένῳ δράματι Φακῇ φησιν· ἀλλʼ ἀμφὶ δείπνοις ὀξίδʼ ἀργυρᾶν ἔχει δρακοντομίμοις ὀργάνων τορεύμασιν, οἵαν ποτʼ ἔσχε καὶ Θίβρων Ταντάλου μαλακὸν ταλάντοις ἐκταλαντωθεὶς ἀνήρ. Θεόπομπος δʼ Χῖος ἐν ταῖς πρὸς Ἀλέξανδρον συμβουλαῖς περὶ Θεοκρίτου τοῦ πολίτου τὸν λόγον ποιούμενός φησιν· ἐξ ἀργυρωμάτων δὲ καὶ χρυσῶν πίνει καὶ τοῖς σκεύεσιν χρῆται τοῖς ἐπὶ τῆς τραπέζης ἑτέροις τοιούτοις, πρότερον οὐχ ὅπως ἐξ ἀργυρωμάτων οὐκ ἔχων πίνειν ἀλλʼ οὐδὲ χαλκῶν, ἀλλʼ ἐκ κεραμέων καὶ τούτων ἐνίοτε κολοβῶν. Δίφιλος δʼ ἐν Ζωγράφῳ· ἄριστον ἐπεχόρευσεν ἐκλελεγμένον, εἴ τι νέον ποθεινόν· ὀστρέων γένη παντοδαπά, λοπάδων παρατεταγμένη φάλαγξ, ὀπτῶν ἐπῆγε σωρὸς ἀπὸ τοῦ τηγάνου, τριμμάτια τούτοις ἐν θυΐαις ἀργυραῖς. Φιλήμων Ἰατρῷ· καὶ γυλιόν τινʼ ἀργυρωμάτων. Μένανδρος Ἑαυτὸν τιμωρουμένῳ· λουτρόν, θεραπαίνας, ... ἀργυρώματα. καὶ ἐν Ὑμνίδι· ἀλλὰ τἀργυρώματα ἥκω λαβεῖν βουλόμενος. Λυσίας δʼ ἐν τῷ περὶ τοῦ χρυσοῦ τρίποδος, εἰ γνήσιος λόγος· ἀργυρώματά τε χρυσώματα ἔτι ἦν διδόναι. οἱ δʼ ἑλληνίζοντες λέγειν δεῖν φασιν ἀργυροῦν κόσμον καὶ χρυσοῦν κόσμον.
Kaibel Dialogi Personae
AEMILIANVS

PONTIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License