DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
17

Φιλιππίδης δʼ ἐν Ἀργυρίου ἀφανισμῷ ὡς φορτικοῦ μέμνηται τοῦ τοιούτου καὶ σπανίου, ζηλουμένου δὲ ὑπό τινων νεοπλούτων μετοίκων· ἀλλʼ ἔλεος ἐμπέπτωκέ τίς μοι τῶν ὅλων, ὅταν ἀπορουμένους μὲν ἀνθρώπους ἴδω ἐλευθέρους, μαστιγίας δʼ ἀπʼ ἀργυροῦ πίνακος ἄγοντος μνᾶν τάριχος ἐνίοτε δυεῖν ὀβολῶν ἔσθοντας τριωβόλου καὶ κάππαριν χαλκῶν τριῶν ἐν τρυβλίῳ ἄγοντι πεντήκοντα δραχμὰς ἀργυρῷ. πρότερον δὲ φιάλην ἦν ἀνακειμένην ἰδεῖν ἐργῶδες ἀμέλει. Β. τοῦτο μὲν καὶ νῦν ἔτι· ἂν γὰρ ἀναθῇ τις, εὐθὺς ἕτερος ἥρπασεν. Ἄλεξις δʼ ἐν Ἱππίσκῳ νεανίσκον παράγων ἐρῶντα καὶ ἐπιδεικνύμενον τὸν πλοῦτον τῇ ἐρωμένῃ ταῦτα ποιεῖ λέγοντα· τοῖς παισί τʼ εἶπα (δύο γὰρ ἦγον οἴκοθεν) τἀκπώματʼ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα θεῖναι· κύαθος δʼ ἦν ἀργυροῦς, τἀκπώματα ἦγεν δύο δραχμάς, κυμβίον δὲ τέτταρας, ψυκτηρίδιον δὲ δέκʼ ὀβολούς, Φιλιππίδου λεπτότερον. ἀλλὰ ταῦθʼ ὅλως πρὸς ἀλαζονείαν οὐ κακῶς νενοημένʼ ἦν. οἶδα δὲ κἀγώ τινα πολίτην ἡμέτερον πτωχαλαζόνα, ὃς δραχμῆς ἔχων τὰ πάντα ἀργυρώματα ἐβόα καλῶν τὸν οἰκέτην ἕνα ὄντα καὶ μόνον, ὀνόμασι δὲ χρώμενον ψαμμακοσίοις παῖ Στρομβιχίδη, μὴ τῶν χειμερινῶν ἀργυρωμάτων ἡμῖν παραθῇς, ἀλλὰ τῶν θερινῶν. τοιοῦτός ἐστι καὶ παρὰ Νικοστράτῳ ἐν τῷ ἐπιγραφομένῳ δράματι Βασιλεῖς. ἀλαζὼν δʼ ἐστὶ στρατιώτης, περὶ οὗ λέγει· λοιπή τις ὀξίς ἐστι καὶ ψυκτήριον, τῆς εὐπαρύφου λεπτότερον. ἐξήλαυνον γάρ τινες τὸν ἄργυρον καὶ τότε εἰς ὑμένος ἰδέαν.
Kaibel Dialogi Personae
AEMILIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License