DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
16

Ἀριστοφάνης δὲ κωμῳδιοποιός, ὅν φησιν Ἡλιόδωρος Ἀθηναῖος ἐν τοῖς περὶ ἀκροπόλεως πεντεκαίδεκα δʼ ἐστὶ ταῦτα βιβλία Ναυκρατίτην εἶναι γένος, ἐν τῷ Πλούτῳ τῷ δράματι κατὰ τὴν τοῦ ὁμωνύμου θεοῦ ἐπιφάνειαν τοὺς ἰχθυηρούς φησι πίνακας ἀργυροῦς ἀναφανῆναι καθάπερ καὶ τὰ ἄλλα ἅπαντα, λέγων ὡδί· ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα χαλκῆ γέγονε· τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθʼ ὁρᾶν. δʼ ἰπνὸς γέγονʼ ἡμῖν ἐξαπίνης ἐλεφάντινος. Πλάτων δʼ ἐν Πρέσβεσι· κατέλαβον Ἐπικράτης τε καὶ Φορμίσιος παρὰ τοῦ βασιλέως πλεῖστα δωροδοκήματα, ὀξύβαφα χρυσᾶ καὶ πινακίσκους ἀργυροῦς. Σώφρων δʼ ἐν γυναικείοις μίμοις φησί· τῶν δὲ χαλκωμάτων καὶ τῶν ἀργυρωμάτων ἐμάρμαιρε οἰκία.
Kaibel Dialogi Personae
AEMILIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License