DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
14

πρὸς ὃν Αἰμιλιανὸς ἀπεκρίνατο· πίνακα μὲν ἔχεις τὸ σκεῦος ὠνομασμένον καὶ παρὰ Μεταγένει τῷ κωμικῷ ἐν Θουριοπέρσαις· τήγανον δέ, βέλτιστε, εἴρηκεν ἐν μὲν Λήροις Φερεκράτης οὕτως· ἀπὸ τηγάνου τʼ ἔφασκεν ἀφύας φαγεῖν. καὶ ἐν Πέρσαις αὐτός· ἐπὶ τηγάνοις καθίσανθʼ ὑφάπτειν τοῦ φλέω. Φιλωνίδης δʼ ἐν Κοθόρνοις· ὑποδέχεσθαι καὶ βατίσι καὶ τηγάνοις, καὶ πάλιν· ὀσφρομένην τῶν τηγάνων. Εὔβουλος δʼ ἐν Ὀρθάννῃ· ῥιπὶς δʼ ἐγείρει φύλακας Ἡφαίστου κύνας θερμῇ παροξύνουσα τηγάνου πνοῇ. καὶ πάλιν· πᾶσα δʼ εὔμορφος γυνὴ ἐρῶσα φοιτᾷ τηγάνῳ τε συντρυφᾷ. καὶ ἐν Τιτᾶσι· προσγελῶσά τε λοπὰς παφλάζει βαρβάρῳ λαλήματι· πηδῶσι δʼ ἰχθῦς ἐν μέσοισι τηγάνοις. τοῦ δὲ ῥήματος μέμνηται Φρύνιχος ἐν Τραγῳδοῖς· ἡδὺ δʼ ἀποτηγανίζειν ἄνευ συμβολῶν. καὶ Φερεκράτης ἐν Μυρμηκανθρώποις φησί· σὺ δʼ ἀποτηγανίζεις. Ἡγήσανδρος δʼ Δελφὸς Συρακοσίους φησὶ τὴν μὲν λοπάδα τήγανον καλεῖν, τὸ δὲ τήγανον ξηροτήγανον· διὸ καὶ Θεοδωρίδαν φάναι ἔν τινι ποιηματίῳ· τήγανον εὖ ἥψησεν ἐν ὀψητῆρι κολύμβῳ, τὴν λοπάδα τήγανον προσαγορεύων. χωρὶς δὲ τοῦ τ στοιχείου Ἴωνες ἤγανον λέγουσιν, ὡς Ἀνακρέων· χεῖρά τʼ ἐν ἠγάνῳ βαλεῖν.
Kaibel Dialogi Personae
AEMILIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License