DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
13

ἐκ τούτων πάλιν τῶν λεχθέντων τὰς ἀκάνθας ἀναλεξάμενος Οὐλπιανὸς εἰ ἔχομεν, ἔφη, δεῖξαι ἀργυροῖς σκεύεσιν ἐν τοῖς δείπνοις χρωμένους τοὺς ἀρχαίους καὶ εἰ πίναξ Ἑλληνικὸν ὄνομα. Ὁμήρου γὰρ εἰπόντος ἐν Ὀδυσσείᾳ· τοῖσιν δʼ αὖ πίνακας κρειῶν παρέθηκε συβώτης, Ἀριστοφάνης Βυζάντιος νεώτερόν φησιν εἶναι τὸ ἐπὶ πινάκων παρατιθέναι τὰ ὄψα, ἀγνοῶν ὅτι κἀν ἄλλοις εἴρηκεν ποιητής· δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας. ζητῶ δὲ καὶ εἰ δούλων πλῆθός τινες ἐκέκτηντο ὥσπερ καὶ οἱ νῦν καὶ εἰ τὸ τήγανον εἴρηται καὶ μὴ μόνως τάγηνον, ἵνα μὴ πάντα πίνωμεν καὶ ἐσθίωμεν ὥσπερ οἱ διὰ τὴν γαστέρα παράσιτοι ὀνομαζόμενοι κόλακες.
Kaibel Index Scriptorum
ARISTOPHANES
HOMERVS
POSIDONIVS

Kaibel Dialogi Personae
VLPIANVS

Meineke Index Scriptorum
Aristophanes

Homerus
Lynceus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License