DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
11

εἰκότως οὖν καὶ οἱ ἁλιεῖς ἐπὶ τῇ τέχνῃ μέγα φρονοῦσι μᾶλλον οἱ ἄριστοι τῶν στρατηγῶν· παράγει γοῦν τινα τούτων Ἀναξανδρίδης ἐν Ὀδυσσεῖ περὶ τῆς ἁλιευτικῆς τέχνης τάδε λέγοντα· τῶν ζωγράφων μὲν καλὴ χειρουργία ἐν τοῖς πίναξιν κρεμαμένη θαυμάζεται· αὕτη δὲ σεμνῶς ἐκ λοπάδος ἁρπάζεται ἀπὸ τοῦ ταγήνου τʼ εὐθέως ἀφανίζεται. ἐπὶ τίνα δʼ ἄλλην τέχνην, χρηστὲ σύ, τὰ στόματα τῶν νεωτέρων κατακάετʼ ὠθισμός ἐστι δακτύλων τοιουτοσὶ πνιγμός, ἂν μὴ ταχὺ δύνηται καταπιεῖν, ἀλλʼ οὐ μόνη γὰρ τὰς συνουσίας ποιεῖ εὔοψος ἀγορά; τίς δὲ συνδειπνεῖ βροτῶν φρυκτοὺς καταλαβὼν κορακίνους ὠνίους μαινίδʼ; ὡραῖον δὲ μειρακύλλιον ποίαις ἐπῳδαῖς λόγοις ἁλίσκεται τίσιν, φράσον γάρ, ἄν τις ἀφέλῃ τὴν τέχνην τὴν τῶν ἀλιέων; ἥδε γὰρ δαμάζεται ἑφθοῖς προσώποις ἰχθύων χειρουμένη, ἄγουσʼ ὑπʼ αὐτὰ σώματʼ ἀρίστου πύλας, ἀσύμβολον κλίνειν τʼ ἀναγκάζει φύσιν.
Kaibel Index Scriptorum
ANAXANDRIDES
POSIDONIVS

ALEXIS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Alexis
Anaxandrides

Alignment

 

Digital Athenaeus Project     Creative Commons License