DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
104

πρὸς ταῦτα ἀπαντήσας Λαρήνσιος ἔφη· ἀλλὰ Ῥωμαίων ἕκαστος (οἶδας δʼ ἀκριβῶς ταῦτα, καλὲ Μασσούριε) πλείστους ὅσους κεκτημένος οἰκέτας· καὶ γὰρ μυρίους καὶ δισμυρίους καὶ ἔτι πλείους δὲ πάμπολλοι κέκτηνται, οὐκ ἐπὶ προσόδοις δέ, ὥσπερ τῶν Ἑλλήνων ζάπλουτος Νικίας, ἀλλʼ οἱ πλείους τῶν Ῥωμαίων συμπροιόντας ἔχουσι τοὺς πλείστους. καὶ αἱ πολλαὶ δὲ αὗται Ἀττικαὶ μυριάδες τῶν οἰκετῶν δεδεμέναι εἰργάζοντο τὰ μέταλλα· Ποσειδώνιος γοῦν, οὗ συνεχῶς μέμνησαι, φιλόσοφος καὶ ἀποστάντας φησὶν αὐτοὺς καταφονεῦσαι μὲν τοὺς ἐπὶ τῶν μετάλλων φύλακας, καταλαβέσθαι δὲ τὴν ἐπὶ Σουνίῳ ἀκρόπολιν καὶ ἐπὶ πολὺν χρόνον πορθῆσαι τὴν Ἀττικήν. οὗτος δʼ ἦν καιρὸς ὅτε καὶ ἐν Σικελίᾳ δευτέρα τῶν δούλων ἐπανάστασις ἐγένετο· πολλαὶ δὲ αὗται ἐγένοντο, καὶ ἀπώλοντο οἰκετῶν ὑπὲρ τὰς ἑκατὸν μυριάδας (σύγγραμμα δὲ ἐκδέδωκε περὶ τῶν δουλικῶν πολέμων Καικίλιος ῥήτωρ ἀπὸ Καλῆς ἀκτῆς)· καὶ Σπάρτακος δὲ μονομάχος ἐκ Καπύης πόλεως Ἰταλικῆς ἀποδρὰς κατὰ τὰ Μιθριδατικὰ πολὺ πλῆθος ἀποστήσας οἰκετῶν (ἦν δὲ καὶ αὐτὸς οἰκέτης, Θρᾲξ γένος) κατέδραμε πᾶσαν Ἰταλίαν χρόνον οὐκ ὀλίγον πολλῶν δούλων καθʼ ἑκάστην ἡμέραν συρρεόντων ὡς αὐτόν· καὶ εἰ μὴ ἀπέθανεν ἐν τῇ πρὸς Λικίννιον Κράσσον παρατάξει, οὐ τὸν τυχόντα ἂν ἱδρῶτα τοῖς ἡμεδαποῖς παρεσχήκει, ὡς κατὰ τὴν Σικελίαν Εὔνους.
Kaibel Dialogi Personae
LARENSIS

MASVRIVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License