DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
100

καὶ ἅμα ταῦτα λέγων οἷος ἦν ἀπανίστασθαι· ἐπιστραφεὶς δὲ καὶ θεασάμενος πλῆθος ἰχθύων καὶ ἄλλων παντοδαπῶν ὄψων παρασκευὴν εἰσκυκλουμένην τύψας τῇ χειρὶ τὸ προσκεφάλαιον ἀνέκραγεν· τέτλαθι δή, πενίη, καὶ ἀνάσχεο μωρολογούντων· ὄψων γὰρ πλῆθός σε δαμᾷ καὶ λιμὸς ἀτερπής. ἐγὼ γὰρ ἤδη ὑπὸ τῆς ἐνδείας οὐ διθυράμβους φθέγγομαι κατὰ τὸν Σωκράτην, ἀλλʼ ἤδη καὶ ἔπη· λιμῶδες γὰρ ὄντως ῥαψῳδία. κατὰ γὰρ Ἀμειψίαν, ὃς ἐν Σφενδόνῃ ἔφη περὶ σοῦ μαντευσάμενος, Λαρήνσιε, κοὐδʼ εἷς σοὐστὶν τῶν πλουτούντων, μὰ τὸν Ἥφαιστον, προσόμοιος, καλλιτράπεζος καὶ βουλόμενος λιπαρὸν ψωμὸν καταπίνειν. ὁρῶ γὰρ θαῦμʼ ἄπιστον, ἰχθύων γένη περὶ τὴν ἄκραν παίζοντα, κωβιούς, σπάρους, ψήττας, ἐρυθίνους, κεστρέας, πέρκας, ὄνους, θύννους, μελανούρους, σηπίας, αὐλωπίας, τρίγλας, ἑλεδώνας, σκορπίους, φησὶν Ἡνίοχος ἐν Πολυπράγμονι· δεῖ οὖν κἀμὲ κατὰ τὸν κωμικὸν Μεταγένην ἐπειπόντα εἷς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ δείπνου τετλάναι.
Kaibel Dialogi Personae
CYNVLCVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License