DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
10

οὐκ ἀπιθάνως δὲ καὶ Δίφιλος ἐν Ἐμπόρῳ περὶ τοῦ παμπόλλου πιπράσκεσθαι τοὺς ἰχθῦς λέγει ὧδε· οὐ πώποτʼ ἰχθῦς οἶδα τιμιωτέρους ἰδών. Πόσειδον, εἰ δεκάτην ἐλάμβανες αὐτῶν ἀπὸ τῆς τιμῆς ἑκάστης ἡμέρας, πολὺ τῶν θεῶν ἂν ἦσθα πλουσιώτατος. ὅμως δὲ τούτων εἴ με προσγελάσειέ τις, ἐδίδουν στενάξας ὁπόσον αἰτήσειέ με. γόγγρον μὲν, ὥσπερ Πρίαμος τὸν Ἕκτορα, ὅσον εἵλκυσεν τοσοῦτο καταθεὶς ἐπριάμην. Ἄλεξις δʼ ἐν Ἑλληνίδι· ἀεὶ δὲ καὶ ζῶντʼ ἐστὶ καὶ τεθνηκότα τἀν τῇ θαλάττῃ πολέμιʼ ἡμῖν θηρία. ἂν ἀνατραπῇ γὰρ πλοῖον, εἶθʼ, ὡς γίνεται, ληφθῇ νέων τις, καταπεπώκασʼ εὐθέως. αὐτοί τʼ ἐπὰν ληφθῶσιν ὑπὸ τῶν ἁλιέων, τεθνεῶτες ἐπιτρίβουσι τοὺς ὠνουμένους. τῆς οὐσίας γάρ εἰσιν ἡμῶν ὤνιοι, πριάμενός τε πτωχὸς εὐθὺς ἀποτρέχει. ἐξ ὀνόματος δʼ ἰχθυοπώλου μνημονεύει Ἑρμαίου Αἰγυπτίου Ἄρχιππος ἐν Ἰχθύσιν οὕτως· Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος Ἑρμαῖος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ καὶ τοὺς λάβρακας ἐντερεύων, ὡς λέγουσιν ἡμῖν. καὶ Ἄλεξις δʼ ἐν Ἐπικλήρῳ Μικίωνος ἰχθυοπώλου τινος μνημονεύει
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Alexis
Archippus

Anaxandrides
Diphilus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License