DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
1

Ἐπειδὴ ἀπαιτεῖς συνεχῶς ἀπαντῶν, ἑταῖρε Τιμόκρατες, τὰ παρὰ τοῖς δειπνοσοφισταῖς λεγόμενα, καινά τινα νομίζων ἡμᾶς εὑρίσκειν, ὑπομνήσομέν σε τὰ παρὰ Ἀντιφάνει λεγόμενα ἐν Ποιήσει τόνδε τὸν τρόπον· μακάριόν ἐστιν τραγῳδία ποίημα κατὰ πάντʼ, εἴ γε πρῶτον οἱ λόγοι ὑπὸ τῶν θεατῶν εἰσιν ἐγνωρισμένοι, πρὶν καί τινʼ εἰπεῖν· ὥσθʼ ὑπομνῆσαι μόνον δεῖ τὸν ποιητήν. Οἰδίπουν γὰρ φῶ ...... τὰ δʼ ἄλλα πάντʼ ἴσασιν· πατὴρ Λάιος, μήτηρ Ἰοκάστη, θυγατέρες, παῖδες τίνες, τί πείσεθʼ οὗτος, τί πεποίηκεν. ἂν πάλιν εἴπῃ τις Ἀλκμέωνα, καὶ τὰ παιδία πάντʼ εὐθὺς εἴρηχʼ, ὅτι μανεὶς ἀπέκτονε τὴν μητέρʼ, ἀγανακτῶν δʼ Ἄδραστος εὐθέως ἥξει πάλιν τʼ ἄπεισι .............. ἔπειθʼ ὅταν μηθὲν δύνωντʼ εἰπεῖν ἔτι, κομιδῇ δʼ ἀπειρήκωσιν ἐν τοῖς δράμασιν, αἴρουσιν ὥσπερ δάκτυλον τὴν μηχανήν, καὶ τοῖς θεωμένοισιν ἀποχρώντως ἔχει. ἡμῖν δὲ ταῦτʼ οὐκ ἔστιν, ἀλλὰ πάντα δεῖ εὑρεῖν, ὀνόματα καινά, ............ ............ κἄπειτα τὰ διῳκημένα πρότερον, τὰ νῦν παρόντα, τὴν καταστροφήν, τὴν εἰσβολήν. ἂν ἕν τι τούτων παραλίπῃ Χρέμης τις Φείδων τις, ἐκσυρίττεται· Πηλεῖ δὲ ταῦτʼ ἔξεστι καὶ Τεύκρῳ ποιεῖν. Δίφιλος δʼ ἐν Ἐλαιωνηφρουροῦσι· τόνδʼ ἐποπτεύουσα καὶ κεκτημένη Βραυρῶνος ἱεροῦ θεοφιλέστατον τόπον, Λητοῦς Διός τε τοξόδαμνε παρθένε, ὡς οἱ τραγῳδοί φασιν, οἷς ἐξουσία ἐστὶν λέγειν ἅπαντα καὶ ποιεῖν μόνοις.
Kaibel Index Scriptorum
ANTIPHANES
DIPHILVS

TIMOCLES
Kaibel Dialogi Personae
TIMOCRATI

Meineke Index Scriptorum
Antiphanes
Diphilus

Timocles

Alignment

 

Digital Athenaeus Project     Creative Commons License