DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
8

τὴν γὰρ σύμμετρον κρᾶσιν τοῦ οἴνου ὑπὸ Ἀμφικτύονος βασιλεύσαντος διδαχθῆναί φασιν Ἀθηναίους, καὶ διὰ τοῦτο ἱερὸν Διονύσου ὀρθοῦ ἱδρύσασθαι. τότε γὰρ ὀρθός ἐστι τῷ ὄντι καὶ οὐ σφαλερός, ὅταν συμμέτρως καὶ κεκραμένως πίνηται. οἶνος γὰρ ἀνώγει ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι καί θʼ ἁπαλὸν γελάσαι καί τʼ ὀρχήσασθαι ἀνῆκεν καί τε ἔπος προέηκεν ὅπερ τʼ ἄρρητον ἄμεινον τὸν γὰρ οἶνον Ὅμηρος οὐκ ἠλεὸν ὥσπερ ἠλίθιον καλεῖ καὶ ματαιοποιόν, οὐδὲ κελεύει σκυθρωπὸν εἶναι μήτε ᾄδοντα μήτε γελῶντα μήτʼ ἐρρύθμως ποτὲ καὶ πρὸς ὄρχησιν τρεπόμενον· οὐχ οὕτως ἀγροῖκος οὐδʼ ἐπαρίστερός ἐστιν, ἀλλʼ ᾔδει τούτων ἑκάστου καὶ ποσότητος καὶ ποιότητος διαφοράν. ὅθεν οὐκ εἶπεν ὡς ἄρα τὸν πολύφρονα οἶνος ποιεῖ ᾆσαι, ἀλλὰ μάλʼ ἀεῖσαι, τουτέστιν ἀμέτρως καὶ ἐπὶ πλεῖον ὥστε προσοχλεῖν· οὐδέ τι γελάσαι μὰ Δίʼ οὐδʼ ὀρχήσασθαι· κοινὸν δʼ ἐπʼ ἀμφοτέρων λαβὼν τὸ ἁπαλὸν τὴν ἄνανδρον εἰς τοῦτο πρόπτωσιν ἐπιστομίζει· καί θʼ ἁπαλὸν γελάσαι καί τʼ ὀρχήσασθαι ἀνῆκεν. παρὰ δὲ τῷ Πλάτωνι τούτων οὐδὲν ἔμμετρον, ἀλλὰ πίνουσι μὲν τοσοῦτον ὥστε μηδὲ τοῖς ἰδίοις ποσὶν ἵστασθαι. ὅρα γὰρ τὸν ἐπίκωμον Ἀλκιβιάδην ὡς ἀσχημονεῖ· οἱ δʼ ἄλλοι τὸν ὀκτακότυλον ψυκτῆρα πίνουσι, προφάσεως λαβόμενοι ἐπείπερ αὐτοὺς προείλκυσεν Ἀλκιβιάδης, οὐχ ὥσπερ οἱ παρʼ Ὁμήρῳ· αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός. τούτων οὖν μὲν καθάπαξ περιγραπτέον, οἷς δὲ συμμέτρως χρηστέον ὥσπερ ἀναθήμασί τισι μικρὸν προσαποβλέψαντας, καθάπερ Ὅμηρος εἴρηκεν· μολπή τʼ ὀρχηστύς τε· τὰ γάρ τʼ ἀναθήματα δαιτός.
Kaibel Index Scriptorum
HOMERVS
PLATO

Kaibel Dialogi Personae
MASVRIVS

Meineke Index Scriptorum
Homerus
Pindarus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License